[ ] Phokis — Delphi — ca. 146 BC — SEG 2.275
1 [․․․․․                    ․․․․․․ δεδόχθαι τᾶ]ι πόλει [τῶ]ν Δε-
[λφῶν ἐν ἀγορᾶι τε]λείωι [ἐπαι]νέσαι Δαμ[․․․․ Ἀρ]ιστέα, Σπερχίδαν
Ἀγεμάχου, Τελέαν Τεισαμενοῦ, ἐπί τε τ[ᾶι κρ]ίσει ἇι πεποίηνται τῶ[ν]
δ[ικ]ῶν καὶ ἐπὶ τᾶι ἐπιδαμίαι καὶ ἀναστροφᾶι· [ὑπ]άρχειν δὲ αὐτοῖς παρ[ὰ]
5 τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, προεδρί-
αν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ γ[ᾶς] καὶ οἰκίας ἔγκτησιν, καὶ τ[ὰ]
ἄλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πό[λι]-
ος ὑπάρχει· καλέσαι δὲ αὐτοὺς καὶ τοὺς ἄρχοντας ἐν τὸ πρυτανεῖον
ἐπὶ τὰν κοινὰν ἑστὶαν· ἀναγράψαι δὲ τὸ ψάφισμα ἔν τε τῶι ἱερῶι τοῦ
10 Ἀπόλλωνος ἐν τὸν ἐπιφανέστατον τόπον· ἀπ[ο]στεῖλαι δὲ καὶ ποτὶ
τὰν πόλιν τῶν Ὑπαταίων ἀντίγραφον τοῦ ψα[φί]σματος ὅ[πως εἰ]-
δῶντι τὰ δεδογμένα τᾷ πόλει. ἄρχοντος Σωξέν[ου τοῦ Ἐχεφύλου],
βουλευόντων τὰν δευτέραν ἑξάμηνον Λαιάδα το[ῦ Βαβύλου, Ἀν]-
τιγένεος τοῦ Διοδώρου, Ἡρακλείδα τοῦ Καλλία.
Search Help
Contact Us