[ ]
Phokis — Delphi — 1st c. BC
1 | ἀγαθᾶ τύχαι. |
Δελφοὶ προξενίαν ἔδωκαν Ἀπολλωνίωι Διονυσίου Αἰγιράτηι παιδεύ- | |
σαντι Δελφῶν υἱοὺς, καὶ ἐπιδείξεις ποιησαμένωι, καὶ φανέντι ἀγαθῶι | |
ἔν τε τᾶι διδασκαλίαι τοῦ μαθήματος καὶ τᾶι τοῦ βίου ἀναστροφᾷ· | |
5 | ἔδοξε οὖν τᾷ πόλει τῶν Δελφῶν δεδόσθαι Ἀπολλωνίωι προ- |
ξενίαν τε καὶ ἰσοπολιτείαν καὶ γᾶς καὶ οἰκίας ἔνκτησιν αὐτῷ τε | |
καὶ ἐκγόνοις αὐτοῦ καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξέ- | |
νοις καὶ εὐεργέταις τᾶς πόλιος Δελφῶν ὑπάρχει. ἐδόθη ἁ προξενία | |
ἄρχοντος ἐν Δελφοῖς Διονυσίου τοῦ Ἀστοξένου, βουλεύοντων δὲ Κλέω- | |
10 | νος τοῦ Νικία, Εὐκλέους τοῦ Ἄρχωνος. |