FD III 1:180
[ ] Phokis — Delphi — ca. 263 BC
1 Δελφοὶ ἔδωκαν Ἐξακέστωι Χαβρίνου Μεγα[ρεῖ] αὐτῶι καὶ ἐκγόνοις προ-
ξενίαν, προμαντείαν, προεδρίαν, προδ[ικία]ν, ἀσυλίαν, ἀτέλειαν
πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις πρ[οξέν]οις καὶ εὐεργέταις.
ἄρχοντος Ἀμεινία, βουλευ[όντω]ν Τ[ιμο]κράτ[ευς, Κα]λλικλεῦς, Ἀθάμβου.
Search Help
Contact Us