[ ] Phokis — Delphi — ca. 145 BC
1 θεο[ί].
ἀγαθᾶι τύχαι· ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Θέοξις
Δαμοκλέος Αἰγαιεὺς ἀνὴρ ἀγαθός ἐστι περὶ τὰν πόλιν τῶν Δελφῶν καὶ τὸ ἱερὸν ἐκτενὴς καὶ φιλότιμος
ὑπάρχει· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι Θέοξιν Δαμοκλέος Αἰγαιῆ καὶ εἶ-
5 μεν αὐτὸν πρόξενον καὶ εὐεργέταν τᾶς πόλιος καὶ αὐτὸν καὶ ἐκγόνους ὑπάρχειν δὲ αὐτῶι καὶ ἀσφάλειαν καὶ
προμαντείαν καὶ προδικίαν καὶ ἀτέλειαν πάντων καὶ ἀσυλίαν· εἶμεν δὲ αὐτῶι καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν καὶ προ-
εδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ τὰ λοιπὰ τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις
καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. ἄρχοντος Εὐκλέος τοῦ Καλλιστράτου, βουλευόντων
τὰν πρώταν ἑξάμηνο[ν Εὐδόκου τοῦ Πραξέα. Ἁγησιλάου τοῦ Ταραντίνου, γραμ]ματεύοντος δὲ Πο-
10 λίτα τοῦ Ἀσάνδρου.
Search Help
Contact Us