[ ] Phokis — Delphi — 3rd c. BC
1 Δελφοὶ ἔδωκαν Λεοντομ[ένει] Στρονγυλίωος]
Αἰτωλῶι αὐτῶι καὶ ἐκ[γό]νοις προξενίαν, προ-
μαντείαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ
πόλις τίθητι προδικίαν, ἀσυλίαν, ἀτέλειαν καὶ
5 τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ-
γέταις. ἄρχοντος Δαμοχάρεος, βουλευόντων
Δάμωνος, Δαμοτίμου, Κλεωνύμου.
Search Help
Contact Us