[ ]
Phokis — Delphi — ca. 253 BC
| 1 | [Δελφ]οὶ ἔδωκαν <Κ>λεάρ[χ]ωι <Κρ>ιτοδάμου Αἰτωλῶι αὐτῶι καὶ ἐκγο- |
| νοις προξενίαν, προμαντείαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις | |
| οἷς ἁ πόλις τίθητι, προδικίαν, ἀσυλίαν, ἀτέλειαν καὶ τἆλλα ὅσα καὶ | |
| τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος Αἰσχριώνδα, βου- | |
| 5 | λευόντων Θρασυκλέος, Ξενοχάρεος, Ἁγνία. |