[ ] Phokis — Delphi — ca. 240 BC
1 Δελφοὶ [ἔδω]καν Φιλίωι Μοιροκλέους Σεριφ[ί]-
ωι αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προεδρίαν,
προμαντείαν, προδικίαν, ἀσυλίαν καὶ τἆλλ[α]
ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ[ταις].
5 ἄρχοντος Διοδώρου, βουλευόντων
Ἀριστομάχου, Ἀθάμβου, Νικοδώρου.
Search Help