[ ] Phokis — Delphi — 277 BC
1 [θεοί].
[ἐπ’] Ἀρισταγόρα ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ἐαρινῆς, ἱερομνημονούντων Αἰτωλῶν [Πο]-
λεμάρχου, Ἀλεξαμενοῦ, Δάμωνος· Δελφῶν Ἐχύλλου, Ἐτεοκράτους· Φωκέων ΜΕΛ․․․․․․ [Ἀν]-
[τι]φίλου· Βοιωτῶν Νέωνος, Νικοκλέους· Αἰνιάνων Τιμοκράτους, Εὐ[πε]ιθίδα· Ἰώνων Φ— —,
5 Σωσιβίου(?)· Δωριέων Βρύα. Ἀλεξιμάχου Λοκρῶν Πανταξένου· ἔδοξεν τοῖς ἱερομνήμοσιν· ἐπεὶ <Νέων>
Μενεστράτου Ἀργεῖος χρήσιμος γεγένηται τῶι θεῶι χρήματα μεμηνυκὼς καὶ ἐγδικασάμενος [ταῦτα]
[ἱερ]ὰν [δίκαν] ε[ἰ]σέπραξε, εἶναι αὐτῶι προδικίαν καὶ ἐκγόνοις ὅπως κα[ὶ εἰς τὸν λοιπὸν χρόνον τῶι θεῶι]
χρείαν παρέχηται καὶ εἰσπράσσηι τὰ τοῦ θεοῦ· ἐπισφραγίσασθαι δὲ αὐτῶι κα[ὶ κ]η[ρ]υκεῖον ὅ[π]ω[ς δοθῆι]
[καὶ ἀσ]φάλεια κατὰ τὸν νόμον.
Search Help
Contact Us