FD III 1:48
[ ] Phokis — Delphi — ca. 165 BC
1 ἄρχοντος Πύρρου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Ἀθάμβου, Ἀρχελά-
ου, Δίωνος, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς
ἐννόμοις· ἐπειδὴ Νίκων Νικία Μεγαλοπολίτας τραγωιδὸς καὶ πρότερον μὲν
εὔνους ὢν διετέλει τᾶι πόλει καὶ ἐνδαμήσας δὲ ἀξιωθεὶς ἐπέδωκε τῶι θε-
5 ῶι ἁμέραν καὶ ἀγωνίξατο καὶ εὐδοκίμησε, ἐπαινέσαι Νίκωνα Νικία Μεγαλο-
πολίταν καὶ ὑπάρχειν αὐτῶι καὶ ἐγγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμα[ν]-
τείαν, ἀσυλίαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οὓς ἁ πόλις τίθητι, καὶ τὰ ἄλλα
τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις ὑπάρχει παρὰ τᾶς πόλιος,
καλέσαι δὲ αὐτὸν καὶ τοὺς μετ’ αὐτοῦ τοὺς ἄρχοντας καὶ ἐν τὸ πρυτανεῖον.
Search Help
Contact Us