[ ]
Phokis — Delphi — ca. 125 BC — SEG 36.502 — Mulliez
| 1 | ἄρχοντος Ἄγωνος, [μ]ην̣ὸς Θεο[ξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο] |
| Ξένων Σωσιξένου, σ̣υνευδοκέ[οντος καὶ τοῦ υἱοῦ αὐτοῦ] | |
| Σωσιξένου, τῶι Ἀπόλλωνι τῶι Πυθίω[ι σῶμα γυναικεῖον], | |
| τὸ γένος ἐνδογενῆ, ἇι ὄνομ[α] Νικώ, τ[ιμᾶς ἀργυρίου μνᾶν — —] | |
| 5 | καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπ[ίστευσε τῶι θεῶι τὰν ὠνάν], |
| ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν Νικὼ κ[αὶ ἀνέφαπτον ἀπὸ πάντων] | |
| τὸν πάντα βίον· βεβαιωτὴρ κατ[ὰ τοὺς νόμους τᾶς πόλιος] | |
| Ξενόκριτο[ς] Στησιμένεο[ς· εἰ δέ τις ἐφάπτοιτο Νικοῦς] | |
| ἐπὶ καταδου̣λισμῶι, βέβαιον παρε[χόντω τῶι θεῶι τὰν ὠνὰν] | |
| 10 | ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ε[ἰ δὲ μὴ παρέχοιν, πράκτιμοι] |
| ἔστωσαν κατὰ τὸν νόμο[ν· ὁμοίως δὲ καὶ οἱ παρατυγ]- | |
| χάνοντες κύριοι ἐόντω συλέ[οντες Νικώ, ὡς ἐλευθέραν ἐοῦ]- | |
| σαν, ἀζάμιοι ἐόντες οἱ συλ[έοντες καὶ ἀνυπόδικοι πάσας] | |
| δίκας καὶ ζαμίας· μάρτυρ[ες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος] | |
| 15 | Ἄθαμβος Ἁβρομάχου, Π[ατρέας Ἀνδρονίκου, καὶ ἰδιῶται] |
| Νικίας Βαβύρτα, Ἀμ[— — — — — — — — — — — — — — — — — — —] | |
| Τιμόκριτο[ς] Ἀντιγ[ένεος, — — — — — — —?— — — — — —] |