[ ] Phokis — Delphi — end 1st c. BC — SEG 12.253; BE 56.130 — Dunant
1 [ἄρχοντος Διοδώρου τοῦ Ὀρ]έστα, μη[νὸς — — — — — — — —, βουλευόντων]
[Λαμένους τοῦ Εὐκράτου]ς, Φίλωνος τοῦ Κ[λεάνδρου, ἀπέδοτο — — — — — —]
[— — — — — — — — — — τῷ Ἀπόλλω]νι τῷ Πυθίῳ σῶμα [— — — — — — — — — — ᾇ ὄνομα Εὐαμερὶς]
[— — — — — — ἀπελε]υθερισμένα ὑπὸ [— — — — — — — — — — —]
5 [— — — — — — —] τιμ[ᾶς] ἀργυρίου μνᾶς καὶ τὰν τιμὰν ἀ[πέχει πᾶσαν· βεβαι]-
[ωτὴρ κατὰ τοὺς] νόμους τᾶς πόλιος Στράταγος Φίλων[ος, ἐφ’ ᾧτε ἐλευθέραν]
[εἶμεν Εὐ]αμερὶν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντ[α βίον, ποιοῦσαν]
[ἅ κα θέλ]ῃ καὶ ἀποτρέχουσαν πᾷ κα θέλῃ· εἰ δέ τις ἐφάπτοιτο Ε[ὐαμερίος]
[ἐπὶ κατα]δουλισμῷ, βέβαιον παρεχόντω <τῷ> θεῷ τὰν ὠνὰν ὅ τε [ἀπο]-
10 [δόμε]νος καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ οἱ παρατυχόντες κ̣ύ̣[ρι]-
[οι ὄντων συ]λέοντες Εὐαμερὶν ὡς ἐλευθέραν οὖσαν ἀζάμι[οι ὄντες]
[καὶ ἀνυ]πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τ̣ο̣ῦ̣
[Ἀπόλ]λ̣ωνος Διόδωρος Φιλονίκου, Διονύσιος Ἀστοξένου, Δάμων
[Πολεμ]άρχου, ἰδιῶται Ξεναγόρας Ἁβρομάχου, Μελισίων
15 [Διονυ]σίου, Ἐπίνικος Νικοστράτου, Θεόξενος Βαβύλου,
[— — — — — — —] Φιλαιτώλου, Εὐκλῆς Ἄρχωνος.
Search Help
Contact Us