[ ] Phokis — Delphi — 1st c. BC — SEG 12.247 — Dunant
1 ἄρχοντος Νικία, μηνὸς Θεοξενίου ἀπέδοτο Καλλικράτης,
συνευδοκέοντος καὶ τοῦ υἱοῦ Σωσικράτεος, τῷ Ἀπόλλωνι
τῷ Πυθίῳ σῶμα ἀνδρεῖον παιδάριον ᾧ ὄνομα Διονύσιος, καὶ τὰν τι-
μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Διονύσιος τὰν ὠνὰν τῷ θεῷ
5 {τὰν ὠνὰν}, ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν
πάντα βίον· βεβαιωτὴρ Ἀρχίας Διοδώρου· εἰ δέ τις ἐφάπτο[ιτο] Διονυσί-
ου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν ὅ τε [ἀ]ποδό-
μενος καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέ-
ων Διονύσιον ὡς ἐλεύθερον ἀνυπόδικος ὢν πάσας δίκας καὶ ζα-
10 μίας. μάρτυροι Νικόμαχος, Σώτας, Σώτηρος, Ἀπολλόδωρος, Βαβύλος.
Search Help
Contact Us