[ ]
Phokis — Delphi — 1st c. BC — SEG 12.247 — Dunant
1 | ἄρχοντος Νικία, μηνὸς Θεοξενίου ἀπέδοτο Καλλικράτης, |
συνευδοκέοντος καὶ τοῦ υἱοῦ Σωσικράτεος, τῷ Ἀπόλλωνι | |
τῷ Πυθίῳ σῶμα ἀνδρεῖον παιδάριον ᾧ ὄνομα Διονύσιος, καὶ τὰν τι- | |
μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Διονύσιος τὰν ὠνὰν τῷ θεῷ | |
5 | {τὰν ὠνὰν}, ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν |
πάντα βίον· βεβαιωτὴρ Ἀρχίας Διοδώρου· εἰ δέ τις ἐφάπτο[ιτο] Διονυσί- | |
ου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν ὅ τε [ἀ]ποδό- | |
μενος καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέ- | |
ων Διονύσιον ὡς ἐλεύθερον ἀνυπόδικος ὢν πάσας δίκας καὶ ζα- | |
10 | μίας. μάρτυροι Νικόμαχος, Σώτας, Σώτηρος, Ἀπολλόδωρος, Βαβύλος. |