[ ] Phokis — Delphi — 153/2-144/3 BC — Amandry
1 ἄρχοντος Βαβύλου τοῦ Αἰακίδα, μηνὸς Ποιτροπίου, βουλευόντων
τὰν πρώταν ἑ[ξ]άμηνον Ἀλκίνου, Μνασιθέου, γραμματεύον-
τος δὲ Ὑβρία, ἐπὶ τοῖσδε ἀπέδοτο Εὔκλεα Ξενοκράτεος, συνευ-
δοκέοντος καὶ τοῦ υἱοῦ αὐτᾶς Βαβύλου καὶ τοῦ ἀνδρὸς
5 Σωκράτεος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι-
κεῖον ἇι ὄνομα Κασταλία καὶ τὸν υἱὸν αὐτᾶς Σωσι-
κράτη, τιμᾶς ἀργυρίου μνᾶν ἑπτὰ καὶ ἡμιμναίου, καὶ τὰν
τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Κασταλία καὶ Σω-
σικράτης τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶ-
10 μεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέον-
τες ὅ κα θέλωντι καὶ ἀποτρέχοντες οἷς κα θέλων-
τι. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος
Ξενέας Βαβύλου, Βαβύλος Αἰακίδα. εἰ δέ τ[ι]ς ἅπτοι-
το Κασταλίας ἢ Σωσικράτεος ἐπὶ καταδουλισ-
15 μῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν
ἅ τε ἀποδομένα Εὔκλεια καὶ οἱ βεβαιωτῆ-
ρες Ξενέας, Βαβύλος. εἰ δὲ μὴ παρέχοιν βέβαι-
ο̣ν τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ
τὸν νόμον τᾶς πόλιος, ὁμοίως δὲ καὶ οἱ παρα-
20 τυγχάνοντες κύριοι ἐόντων συλέ-
οντες Κασσταλίαν καὶ Σωσικράτη
ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἔοντες
καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ-
τυροι Μένης, Δάμων Ξενοστράτου, Βαβύ-
25 λος Αἰακίδα, Τιμόκριτος, Βαβύλος Ἀνδρομέ-
NEOS, *CENE/AS, *CENOKRA/THS *QEUKU/DEOS.
Search Help
Contact Us