[ ]
Phokis — Delphi — 153/2-144/3 BC — Amandry
1 | ἄρχοντος Σωξένου, μηνὸς Βου- |
κατίου, βουλευόντων τὰν πρώ- | |
ταν ἑξάμηνον Ἁγίωνος τοῦ | |
Ἐκεφύλου, Διονυσίου τοῦ Ἀ- | |
5 | σάνδρου, Ἀθάμβου τοῦ Ἀθανί- |
ωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Κρα- | |
τὼ Μεσατέος, συνευδοκέον- | |
τος καὶ τοῦ υἱοῦ Μεσατέος καὶ | |
τῶν τοῦ υἱοῦ παιδαρίων Ἐράτω- | |
10 | νος καὶ Ἀρισταγόρα τῶν Νικάρχου, |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
γυναικεῖον ἆι ὄνομα Δαντώ, τὸ γένος οἰκογε- | |
νῆ, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔ- | |
χει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους Μνασίθεος Δι- | |
15 | οδώρου· καθὼς αὐτὰ ἐπίστευσε Δαντὼ τὰν ὠνὰν τῶι |
θεῶι· ἐφ’ ὅτωιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸν | |
πάντα χρόνον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα | |
οἷς κα θέλη. εἰ δέ τις ἐφάπτοιτο Δαντοῦς ἐπὶ καταδου- | |
λισμῶι, κύριος ἔστω ὁ παρεντυχὼν συλέων ὡς ἐλευ- | |
20 | θέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας |
δίκας καὶ ζαμίας, καὶ ὁ βεβαιωτὴρ βεβαιούτω τῶι θε- | |
ῶι. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας Εὐδό- | |
κου, Ἀνδρόνικος Φρικίδα, καὶ οἱ ἄρχοντες Ἁγίων Ἐκε- | |
φύλου, Διονύσιος Ἀσάνδρου, Ἄθαμβος Ἀθανίωνος, | |
25 | Δίων Ἐπισθένεος, Ἰατάδας Πάτρωνος, |
Καλλείδας Εὐκλείδα, Ἀθανίων Ἀρίστωνος, Μεσα- | |
τεύς. |