[ ]
Phokis — Delphi — 153/2-144/3 BC — BE 1943.33 — Amandry
1 | ἄρχοντος ἐν Δελφοῖς [Β]αβύλου, μη- |
νὸς Δαιδαφορίου, ἐν δὲ Χαιρωνεία ἄρ- | |
χοντος Εὐνόμου, μηνὸς Ἀλαλκωμενεί- | |
ου, ἀπέδοντο Μελησίας καὶ Εὐκράτης Νίκω- | |
5 | νος Χαιρωνεῖς, συνευδοκεόντων καὶ τῶν |
υἱῶν αὐτῶν Νίκωνος τοῦ Μελησία καὶ Νίκω- | |
νος τοῦ Εὐκράτεος, τῶι Ἀπόλλωνι τῶι Πυθί- | |
ωι σῶμα γυναικεῖον, ἇι ὄνομα Ῥόδα, τὸ γέ- | |
νος Σαρματίν, τιμᾶς ἀργυρίου μνᾶς, καὶ ἄλλο [ἀ]ν- | |
10 | δρεῖον ἐνδογενὲς, ὧι ὄνομα Ζώπυρος, τιμᾶς ἀργυρίου |
μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς | |
ἐπίστευσε Ῥόδα καὶ Ζώπυρος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε | |
ἐλεύθεροι εἶμεν καὶ [ἀ]νέφαπτοι τὸν πάντα βίον ἀπὸ | |
πάντων. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος καὶ κατὰ | |
15 | τὸ σύμβολον Ἀντιχάρης Ἀζαράτου, Νίκων Σάωνος Χαιρωνεύς. |
μάρτυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ ὁ νεωκόρος | |
Μένης, ἰδιῶται Τιμόκριτος, Δημήτριος Θεοδώρου Θηβαῖος ἐν | |
Δελφοῖς κατοικέων. |