[ ] Att. — Athens: Akropolis — stoich. 36 — 323/2 BC — IG II² 343+add.p.659 — SEG 24.103
1 [ἐπὶ Κηφισοδώρου ἄρχοντος ἐπὶ τῆς Πανδιονί]-
[δος πέμπτης πρυτανείας ἧι Ἀρχίας Πυθοδώρο]-
[υ Ἀλωπεκῆθεν ἐγραμμάτευεν· Ποσιδεῶνος ἕκτ]-
[ηι ἐπὶ δέκα, δευτέραι καὶ εἰκοστῆι τῆς πρυταν]-
5 [είας· ἐκκλησῖα κυρία· τῶν προέδρων ἐπεψήφιζ]-
[ε]ν Ἐπαμεί[νων ․․․․․13․․․․․․]Η̣Σ̣Η̣[․․․9?․․․․]
Ἀναγυράσιο[ς εἶπ]ε[ν· ἐπειδὴ οἱ] ἔμπο[ροι καὶ να]-
ύκληροι ἀποφαίνουσ[ιν Ἀπ]ο[λλ]ωνίδην [Δημητρ]-
ίου Σιδώνιο[ν ε][ναι][νδρα v ἀγα]θὸν v κ[αὶ εὔνο]-
10 [ω]ν τῶι δήμωι τῶι Ἀθηναί[ων, δε]δόχθαι τῶ[ι δήμωι]
[ἐ]παινέσαι Ἀπολλωνίδην [Δημ]ητρίου Σι[δώνιον]
[κ]αὶ στεφανῶσαι αὐτὸν v χρυ[σ]ῶι στεφάνω[ι ἀπὸ]
[χ]ιλίων δραχμῶν ἀρετῆς ἕνεκα καὶ εὐνοία[ς τῆ]-
[ς] εἰς τὸν δῆμον τὸν Ἀθηναίω[ν]· καὶ εἶναι αὐ[τὸν]
15 [π]ρόξενον καὶ εὐεργέτην τοῦ δήμου τοῦ Ἀθ[ηναί]-
[ων] αὐτ<ὸ>ν καὶ ἐγγόνους· εἶναι δὲ αὐτῶι καὶ [γῆς]
[κ]αὶ οἰκίας ἔγκτησιν κατὰ τὸν νόμον. ἀναγ[ράψαι]
δὲ τόδε τὸ ψήφισμα τὸν γ[ρ]αμματέα τῆς βου[λῆς]
ἐν στήλει [λιθί]νει καὶ στῆσαι ἐν ἀκροπό[λει],
20 εἰς δὲ τὴ[ν ἀναγραφὴν] τῆς στήλης δοῦν[αι τὸν]
ταμίαν τ[οῦ δήμου ․․] δραχμὰ[ς ἐκ] τῶν [εἰς τὰ κα]-
[τ]ὰ ψηφίσμα[τα ἀναλισκ]ομένων τῶι [δήμωι].
                 {²vacat 0.03}²
Search Help
Contact Us