[ ] Att. — Markopolis — non-stoich. 26-32 — 324/3 BC — IG II² 1258
See also:
1 [Ἐ]παμείνων Ἀμεινίου εἶπεν· ἐπειδή τι-
[ν]ες ἐναντία τῶι ὅρκωι ὃν ὤμοσαν καὶ τε[ῖ]
ἀρᾶι ἣν Εἰκαδεὺς ἐπηράσατο διατελ-
οῦσι πράττοντες καὶ λέγοντες κατὰ Ε-
5 ἰκαδέων ἐπὶ βλάβει τῶν κοινῶν τῶν
Εἰκαδέων, ἀφ’ ὧν τὰ ἱερὰ τοῖς θεοῖς θ-
ύουσιν Εἰκαδέες καὶ τοῖς δικαζομέν-
οις Εἰκαδεῦσιν συνδικοῦσιν ὑπε-
ναντία τοῖς Εἰκαδεῦσιν καὶ μεμαρ-
10 τυρήκασιν ἐπὶ τοῦ δικαστηρίου ἐ-
πὶ βλάβει τοῦ κοινοῦ τοῦ Εἰκαδέων
ψευδεῖς μαρτυρίας, ἑλέσθαι τρεῖς
ἄνδρας ἤδη ἐξ Εἰκαδέων οἵτινες
συναγωνιοῦνται τῶι ἐπεσκημμέν-
15 ωι ταῖς μαρτυρίαις Πολυξένωι, ὅπω-
ς ἂν δίκην διδῶσιν οἱ τὰ ψευδῆ μαρτ-
υροῦντες· ἐπαινέσαι δὲ Πολύξενον
Διοδώρου καὶ στεφανῶσαι χρυσῶι στ-
εφάνωι ὅτι δίκαιός ἐστιν περὶ τὰ κοι-
20 νὰ τὰ Εἰκαδέων καὶ ἐπεσκήψατο τοῖς
μάρτυσιν. ἀναγράψαι δὲ τόδε τὸ ψήφισ-
μα τοὺς ἄρχοντας τοὺς ἐφ’ Ἡγησίου ἄρ-
χοντος εἰς στήλην λιθίνην καὶ στῆσ-
αι ἐν τῶι ἱερῶ̣ι̣ τοῦ Ἀπόλλωνος τοῦ Πα-
25 ρνησσίου.
Search Help
Contact Us