| 1 | θεοί. |
| ἐπὶ Νικήτου ἄρχοντος, ἐπὶ τῆς Ἐρε- | |
| χθηίδος ἐνάτης πρυτανέας, ἧι Ἀρι- | |
| στόνους Ἀριστόνου Ἀναγυράσιος | |
| 5 | ἐγραμμάτευεν, ἑνδεκάτηι, τρίτηι |
| καὶ εἰκοστῆι τῆς πρυτανείας, ἐκκ- | |
| λησία κυρία· τῶν προέδρων ἐπεψήφ- | |
| ιζεν Ἐπιχάρης Ἁγνούσιος· ἔδοξεν | |
| τῶι δήμωι, Φανόδημος Διύλλου Θυμ- | |
| 10 | αιτάδης εἶπεν· ἀγαθῆι τύχηι τοῦ δ- |
| ήμου τοῦ Ἀθηναίων· ἐπειδὴ ὁ θειὸς | |
| καλῶς ἐπιμελεῖται τῶν ἀφικνουμ- | |
| ένων Ἀθηναίων καὶ τῶν ἄλλων εἰς τ- | |
| ὸ ἱερὸν ἐφ’ ὑγιείαι καὶ σωτηρίαι π- | |
| 15 | άντων τῶν ἐν τῆι χώραι, στεφανῶσα- |
| ι τὸν Ἀμφιάραον χρυσῶι στεφάνωι | |
| ἀπὸ ∶ Χ ∶ δραχμῶν καὶ ἀνειπεῖν τὸν | |
| κήρυκα τοῦ δήμου ὅτι στεφανοῖ ὁ δ- | |
| ῆμος ὁ Ἀθηναίων τὸν Ἀμφιάραον χρ- | |
| 20 | υσῶι στεφάνωι ἀπὸ ∶ Χ ∶ δραχμῶν, τὸ |
| δὲ ἀργύριον τὸ εἰς τὸν στέφανον δ- | |
| οῦναι τὸν ταμίαν τῶν στρατιωτικ- | |
| ῶν, καὶ παραδοῦναι τὸν στέφανον π- | |
| οησάμενον τοῖς ἐπιμεληταῖς ἀνα- | |
| 25 | θεῖναι εἰς τὸ ἱερόν, τοὺς δὲ ἐπιμε- |
| λητὰς ἀνειπόντας τὰ ἐψηφισμένα | |
| τῶι δήμωι ἐν τῶι ἱερῶι ἀναθεῖναι | |
| τὸν στέφανον τῶι θεῶι ἐφ’ ὑγιείαι | |
| καὶ σωτηρίαι τοῦ δήμου τοῦ Ἀθηνα- | |
| 30 | ίων καὶ παίδων καὶ γυναικῶν καὶ τ- |
| ῶν ἐν τῆι χώραι πάντων, ἀναγράψαι | |
| δὲ τόδε τὸ ψήφισμα ἐν στήληι λιθί- | |
| νει καὶ στῆσαι ἐν τῶι ἱερῶι τὸν κα- | |
| τὰ πρυτανείαν γραμματέα, εἰς δὲ τ- | |
| 35 | <ὴ>ν ἀναγραφὴν τῆς στήλης δοῦναι τὸ- |
| ν ταμίαν τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἐ- | |
| κ τῶν κατὰ ψηφίσματα ἀναλισκομέ- | |
| νων τῶι δήμωι. |