[ ] Att. — Peiraieus — stoich. 20 — 333/2 BC — IG II² 337 — SEG 24.98; 25.67; 35.239; 39.84
1 [θ]εοί.
ἐπὶ Νικοκράτους ἄρχοντ-
ος ἐπὶ τῆς Α̣ἰγεῖδος πρώτ-
ης πρυτανείας· τῶν προέδ-
5 ρων ἐπεψή̣φιζεν Θεόφιλο-
ς Φηγούσιος· ἔδοξεν τῆι β-
ουλεῖ· Ἀν̣τίδοτος Ἀπολλο-
δώρου Συπαλήττιος εἶπε-
ν· περὶ ὧ̣ν̣ λέγουσιν οἱ Κιτ-
10 ιεῖς περὶ τῆς ἱδρύσειως
τῆι Ἀφροδίτηι τοῦ ἱεροῦ,
ἐψηφίσθαι τε̣ῖ̣ βουλεῖ το-
ὺς προέδρου̣ς̣ οἳ ἂν λάχωσ-
ι προεδρεύειν εἰς τὴν πρ-
15 ώτην ἐκκλησίαν προσαγα-
γεῖν αὐτοὺς κα̣ὶ̣ χρηματί-
σαι, γνώμην δὲ ξυνβάλλεσ-
θαι τῆς βουλῆς εἰς τὸν δῆ-
μον ὅτι δοκεῖ τῆι βουλεῖ
20 ἀκούσαντα τὸν δῆμον τῶν
Κιτιείων περὶ τῆς ἱδρύσ-
ειως τοῦ ἱεροῦ καὶ ἄλλου
Ἀθηναίων τοῦ βουλομένο-
υ βουλεύσασθαι ὅτι ἂν αὐ-
25 τῶι δοκεῖ ἄριστον εἶναι.
ἐπὶ Νικοκράτους ἄρχοντ-
ος ἐπὶ τῆς Πανδιονίδος δ-
ευτέρας πρυτανείας· τῶν
προέδρων ἐπεψήφιζεν Φα-
30 νόστρατος Φιλαίδης· ἔδο-
ξεν τῶι δήμωι· Λυκο͂ργος Λ-
υκόφρονος Βουτάδης εἶπ-
εν· περὶ ὧν οἱ ἔνποροι οἱ Κ-
ιτιεῖς ἔδοξαν ἔννομα ἱκ-
35 ετεύειν αἰτοῦντες τὸν δ-
ῆμον χωρίου ἔνκτησιν ἐν
ὧι ἱδρύσονται ἱερὸν Ἀφρ-
οδίτης, δεδόχθαι τῶι δήμ-
ωι δοῦναι τοῖς ἐμπόροις
40 τῶν Κιτιέων ἔνκτησι[ν] χ[ω]-
ρίου ἐν ὧι ἱδρύσονται τὸ
ἱερὸν τῆς Ἀφροδίτης καθ-
άπερ καὶ οἱ Αἰγύπτιοι τὸ
τῆς Ἴσιδος ἱερὸν ἵδρυντ-
45 αι.
Search Help
Contact Us