[ ] Att. — Athens — stoich. 30 — 337/6 BC — IG II² 304+604 — SEG 18.11
frg. A.1 [․․․․․13․․․․․․ τὴν εὔνοιαν ἐνδεικν]-
ύ̣μενοι̣ ἣ̣[ν ἐσχήκασιν πρὸς τὴν πόλιν κ]-
αὶ νῦν καὶ ἐν τῶ[ι ἔμπροσθεν χρόνωι κα]-
ὶ αὐτοὶ καὶ οἱ πρ[ό]γον[οι αὐτῶν· δεδόχθ]-
5 αι τῶι δήμωι ἐπα[ι]νέσαι αὐτο[ὺς εὐνοί]-
ας ἕνεκα καὶ φιλ[ο]τιμίας τῆς εἰ[ς τὸν δ]-
ῆμον τὸν Ἀθηναί[ω]ν καὶ στεφανῶσα[ι ἑκ]-
άτερον αὐτῶν χρ[υ]σῶι στεφάνωι ἀπὸ Χ δ-
ραχμῶν· ἀνα<γ>ράψ[α]ι δὲ τόδε τὸ ψήφισμα
10 ἐν στήληι λιθίν[ηι] τὸν γραμματέα τῆς
βουλῆς καὶ στῆσ[αι] ἐν τῶι Ἀσκληπιείω-
ι τῶι ἐν ἄστει· εἰς δὲ τὴν ἀναγραφὴν τῆ-
ς στήλης δοῦναι [τ]ὸν ταμίαν τοῦ δήμου
𐅄 δραχμὰς ἐκ τῶν κατὰ ψηφίσματα ἀναλ-
15 ισκομένων τῶι δήμωι.   {²vacat}²
15a {²in wreath}²
16 ὁ δῆμος
16a {²in wreath}²
16 ὁ δῆμος
frg. B.17a {²in wreath}²
17 ἡ βουλή
17a {²in wreath}²
17 ἡ βουλή
ἐπ[ὶ ἱερέως]
Θεοφά[νους — — — —]
20 Ἀχ[αρνεύς]
{²vacat 0.14}²
Search Help
Contact Us