[ ]
Att. — Athens — stoich. 24 — ca. 303/2 BC — IG II² 1159
1 | ΘΕΟΙ |
Καλλ[ι]κ̣ράτης Καλλικράτους Π- | |
αιανιεύς εἶπεν· ἐπειδὴ Φιλων- | |
ίδης Καλλικράτους Κ[ο]νθυλῆθ- | |
5 | εν σωφρονιστὴς ὑπὸ τοῦ δήμου |
χειροτονηθεὶς [τῶν] ἐφήβων τῶ- | |
ν ἐγγραφέντων τ[ῆ]ς Πανδιονίδ- | |
ος φυλῆς ἐπὶ Λε[ω]στράτου ἄρχο- | |
ντος καλ〚λ〛ῶς κ[αὶ] σωφρόνως καὶ | |
10 | εὐτάκτως ἐπ[ι]μεμέληται αὐτῶ- |
ν καὶ ἀποφ[αίν]ουσιν αὐτὸν εἰς | |
τὴν φυλὴν [οἱ] πατέρες τῶν ἐφήβ- | |
ων ἐπιμεμε[λ]ῆσθαι κατὰ τοὺς ν- | |
όμους τῶν [ἐ]φήβων, ἀγαθῆι τύχηι | |
15 | δεδόχθαι [τ]ῆι Πανδιονίδι φυλ- |
ῆι, ἐπαινέσαι Φιλωνίδην Καλλ- | |
ικράτου[ς] Κονθυλῆθεν ἀρετῆς | |
ἕνεκα [καὶ] ἐπιμελείας τῆς περ- | |
[ὶ τοὺς ἐφήβ]ους καὶ στεφανῶσα- | |
20 | [ι αὐτὸν θαλλ]οῦ στεφάνωι, ὅπως |
[καὶ εἰς τὸ λοιπὸν] ἕκαστος τῶν | |
[αἱρεθέντων σωφρονιστῶν] ἐπι- | |
[μελ— — — — — — — — — — — — — — — — — — — — — —]. |