[ ] Att. — Athens — stoich. 63 — 334/3 BC — IG II² 1189
1 [τοῖν θεοῖν οἱ ἔφηβοι καὶ ὁ σωφρονιστὴς τῆς]
[Ἱπποθωντίδος φυ]λῆς οἱ ἐπὶ Κτησικλ[έους ἄρχοντος]
[στεφανωθέντες ὑ]πὸ τῆς βουλῆς καὶ τοῦ [δήμου τοῦ ’Ελε]-
[υσινίων ἀνέθηκα]ν.
5 [․․․․․․․․․․․․․․․․․] εἶπεν· ἐπειδὴ οἱ Ἱππο[θωντίδος] ἔφηβοι καλῶς τῆς φυλ]-
[ακῆς Ἐλευσῖνος ἐπε]μελοῦντο καὶ ἐκόσμ[ο]υν καὶ [πάντων ὧν αὐτοῖς οἱ νόμοι προσ]-
[τάττουσι ταχθέντες] Ἐλευσῖνι ἐπεμελοῦντο καὶ [τῶι σωφρονιστῆι πειθαρχοῦ]-
[σιν, ἐψηφίσθαι τοῖς δ]ημόταις ἐπαινέσαι αὐτοὺς κ[αὶ στεφανῶσαι ἕκαστον φιλο]-
[τιμίας ἕνεκα τῆς εἰς] τὸν δῆμον τὸν Ἐλευσινίων· ἐπ[αινέσαι δὲ καὶ τὸν σωφρονισ]-
10 [τὴν αὐτῶν ․․․․․․․․] ἀρετῆς ἕνεκα καὶ ἐπιμελείας [τῆς εἰς τὸν δῆμον καὶ στεφα]-
[νῶσαι χρυσῶι στεφά]νωι καὶ ἀνειπεῖν αὐτὸν τῶι ἀγ[ῶνι ․․․․․․․․․․․․․․․․․․․․]
[․․․․․․․․․․․․․․․ τ]ῶν [Δ]ιονυσίων καὶ] καλεῖτω αὐ[τὸν ὁ δήμαρχος καθάπερ καὶ]
[τοὺς ἄλλους οἶς ὁ δῆμ]ος ἔδωκεν τὴν προεδρία[ν] [․․․․․․․․․․․․․․․․․․․․․․․․․․]
[․․․․․․․․․․․․․․․․․]ι̣το[․․․․․․․]οισουσ̣ι[․․․․ ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]
Search Help