ABSA 21 (1914/15) 159 ABSA 21 (1914/15) 163
[ ] Att. — Athens — non-stoich. — beg. 1st c. BC — IG II² 1036
1 μεχρὶ ἂν ἐπίδωσιν ταῦτα παραμ— — — —
καὶ παραλάβωσιν τὸν ἐφέτειον πέπλον καὶ ἀνάγ[ωσιν — — —]
ἱμάτιον ἐξάγωσιν, παραδιδότωσαν τ[ῶι — — —]
συνεπιμελομένου τῆς διαφέσεως [— — — ἵνα]
5 ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται δια[— — —]-
ας·
ἐπὶ Δημοχάρου ἄρχοντος ἐπὶ τῆς Ἱπποθωντίδος δευτέρας πρυταν[είας ἧι — — —]
Διονυσοδώρου Ἀγκυλῆθεν ἐγγραμμάτευεν· Μεταγειτνιῶνος ἑ[νδεκάτηι ἑνδε]-
κάτηι τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψ[ήφιζεν — — — Τι]-
10 μύλλου Ἐροιάδης καὶ συμπρόεδροι· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· [— — —]
Μελιτεὺς εἶπεν· ἐπειδὴ πρόσοδον ποιησάμενοι πρὸς τὴν βουλὴν οἱ [πατέρες τῶν παρθένων]
τῶν ἠργασμένων τῆι Ἀθηνᾶι τὰ ἔρια τὰ εἰς τὸν πέπλον ἐμφαν[ίζουσιν παρηκολουθηκέναι αὐτ]-
ὰς τοῖς ὑπὸ τοῦ δήμου ἐψηφισμένοις περὶ τούτων [πᾶσι καὶ πεποιηκέναι τὰ δίκαια καὶ πεπ]-
[ο]μπευκέναι κατὰ τὰ προστεταγμένα ὡς ὅ τι κάλλιστα κ[αὶ εὐσχημονέστατα, κατεσκευακέν]-
15 αι δὲ αὐτὰς ἐκ τῶν ἰδίων καὶ φιάλην ἀπὸ δραχμῶν ἑκατόν, ἣν καὶ βούλεσθ[αι ἀναθεῖναι]
[τ]ῆι Ἀθηνᾶι ὑπόμνημα τῆς ἑαυτῶν πρὸς τὴν θεὸν εὐσεβείας, καὶ παρακαλοῦ[σι τὴν βουλὴν καὶ τὸν]
[δ]ῆμον ἐπιχωρῆσαι τὴν ἀνάθεσιν τῆς φιάλης· ἀγαθῆι τύχηι δεδόχθαι τῆ[ι βουλῆι, τοὺς λαχόντ]-
[α]ς προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρημα[τίσαι περὶ τούτων, γνώμην δὲ συμβάλλεσθ]-
[αι] τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῆι, ἐπικεχω[ρῆσθαι μὲν ἀναθεῖναι τὴν φι]-
20 [ά]λην, ἣν κατεσκευάκασιν αἱ παρθένοι τῆι θεῶι· ἐ[παιν]έσαι δὲ τὰς παρθένους [καὶ στεφανῶσ]-
[αι] ἑκάστην αὐτῶν θαλ<λ>οῦ στεφάνωι εὐσεβεία[ς ἕνεκε]ν τῆς εἰς τοὺς θ[εοὺς καὶ φιλοτιμίας]
[τ]ῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον, [ἐ]π[ιμεληθῆναι δὲ τῶν στεφάνων τοὺς πατέρας μετὰ τοῦ ἀγων]-
οθέτου τῶν Παναθηναίων Θεμιστοκλέους [— — —] ἀναγράψαι δὲ τὸ[ν γραμματέα τ]-
ὸν κατὰ πρυτανείαν εἰς <σ>τήλην λιθίνην τὸ ψήφισμα καὶ τὰ ὀνόματα [τῶν παρθένων καὶ ἀναθ]-
25 εῖναι ἐν ἀκροπόλει παρὰ τὸν ναὸν τῆς Ἀθηνᾶς τῆς Πολιάδος, ὅπ[ως ἂν ἦι εὐπαρακολ]-
ούθητος ἡ γεγονεῖα ὑπ’ αὐτῶν περὶ ταῦτα σπουδὴ καὶ φιλοπονία.
I.27      Ἐρεχθεῖδος
— —νίκη Αἰσχίνου Κηφισιέως
[Φι]λωτέρα Γηροστράτου Λαμπτρέως
30 [Δι]ονυσία Διονυσίου Κηφισιέως
— —πη Ὑψικλέους Λαμπτρέως
[Ἄ]νθη Πύρρου Λαμπτρέως
[Ἱ]ερόκλεια Ἀγαθοκλέους ἐκ Κηδῶν
[Ἀ]ριστοδίκη Μικίωνος Κηφισιέως
35 — —ικη Πόλλιδος Περγασῆθεν
[Λ]υσιστράτη Θεογένου Λαμπτρέως
[Ξε]νοστράτη Ἀγίου Εὐωνυμέως
— —ια Μηνοδότου Λαμπτρέως
        Αἰγεῖδος
40 [Θε]Πάτρωνος ἐγ Μυρρινούττης
[Ἡ]δίστη Σωσικράτου Φηγαιέως
— — — Θεοδώρου ἐγ Μυρρινούττης
[Ἰ]σιὰς Καλλίου Βατῆθεν
— — — Ἀρίστωνος Ἀγκυλῆθεν
45 — — — Σωκλείδου Ὀτρυνέως
— —ιας Θράσωνος Ἐρχιέως
— — — — — —
II.27     Ἀκαμαντίδος
Κλεὼ Σωκράτου ἐκ Κεραμέων
Ἀπολλωνία Ἰσομάχου Χολαργέως
30 Κλεὼ Νικίου Θορικίου
Καλλίκλεια Φορμίωνος Σφηττίου
Διοδώρα Ἀσκλάπου Σφηττίου
Φιλωτέρα Φιλοθέου ἐκ Κεραμέων
Νικομάχη Ἀσκληπιάδου Σφηττίου
35 Φιλωτέρα Μικκ[ίωνος] Χολαργέως
     Πτολεμ[αΐδος]
Παμφίλη Ξενοκλ[είδο]υ Εὐνοστίδου
Ἀριστονίκη Ἑρμο[γένο]υ Φλυέως
Δημονίκη Διονυσοδώρου Ἑκαλῆθεν
40 Διονυσία Ἀσκληπιάδου Φλυέως
Ἱερόκλεια Διονυσίου Φλυέως
Ἀγαθόκλεια Βιόττου Φλυέως
Μνησὼ Ἀσκληπιάδου Βερενικίδου
Ἰσιὰς Ἀριστομήδου Αἰγιλιέως
45 Δημοσστράτη Χαιρεφάνους Ἀφιδναίου
Κλεοπάτρα [— — —]δου Βερενικίδου
— — — — — —
III.27 Ἱπ[ποθωντίδος]
— — — — — —
— — — — — —
30 — — — — — —
— — — — — —
— — — — — —
— — — — — —
Βερενί[κη — — —]
35 Ἡδύλη — — —
— — — — — —
Ἀσ— — — — —
Μίκκι[ον — — —]
Ἡγησίπ[πη — — —]
40 Ἡδίστ[η — — —]
[Πανδιονίδος(?)]
Κλεὼ — — —
Θεοδ[ώρα — — —]
45 Ἀμε[ινόκλεια — — —]
Μνησὼ — — —
Καλλίπ[πη — — —]
Search Help
Contact Us