[ ] Att. — Athens — non-stoich. c. 62-70 — 116/5 BC — IG II² 1009+
1                     ἀγαθῆι [τ]ύχηι.
[ἐ]πὶ Σαραπίωνος ἄρχοντος ἐπὶ τῆς Οἰνεῖδος τετάρτης πρυτανείας ἧι Σο-
φοκλῆς Δημητρίου Ἰφιστιάδης ἐγραμμάτευεν, Πυανοψιῶνος ὀγδόηι ἐπὶ
δέκα, δεκάτηι τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν προ-
5 έδρων ἐπεψήφιζεν Πτολεμαῖος Θεοδότου Φλυεὺς καὶ συνπρόεδροι v
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι v Ἐξάκων Ἐξάκωντος Παλληνεὺς εἶ%⁸⁰-
πεν v ἐπειδὴ οἱ ἐφηβεύσαντες ἐπὶ Μενοίτου ἄρχοντος θύσαντες ταῖς ἐγ-
γραφαῖς ἐν τῶι πρυτανείωι ἐπὶ τῆς κοινῆς ἑστίας μετά τε τοῦ κοσμητοῦ καὶ
τοῦ ἱερέως τοῦ δήμου καὶ τῶν Χαρίτων καὶ τῶν ἐξηγητῶν κατὰ τὴν τοῦ δή-
10 μου προαίρεσιν δαπανήσαντος εἴς τε τὴν θυσίαν καὶ τὰ νομιζόμενα ἐκ τῶν
ἰδίων τοῦ κοσμητοῦ διετέλεσαν πειθαρχοῦντες αὐτῶι τε καὶ τοῖς παιδευ%⁸⁰-
ταῖς v ἔθυσαν δὲ καὶ τὰς θυσίας ἁπάσας τοῖς θεοῖς καὶ τοῖς εὐεργέταις τοῦ δή-
μου v ἐποιήσαντο δὲ καὶ τὴν ἀπάντησιν τοῖς ἱεροῖς καὶ προέπεμψαν τὸν Ἴακ-
χον ἤραντο δὲ καὶ τοὺς βοῦς δι’ ἑαυτῶν τοῖς Μυστηρίοις καὶ παρέστησαν τῆι Δή-
15 μητρι καὶ τῆι Κόρηι θῦμα ὡς κάλλιστον, καὶ καλλιερήσαντες διενείμαντο τὰ
κρέα v ὁμοίως δὲ καὶ τὰς ἄλλας θυσίας συνετέλεσαν ἐν τοῖς γυμνασίοις καὶ
τοὺς δρόμους ὡς εὐσχημονέστατα καὶ τὰς λαμπάδας καὶ τὰς πομπὰς ἐπόμ-
πευσαν ἁπάσας v ἀπήντησαν δὲ καὶ τοῖς εὐεργέταις τοῦ δήμου Ῥωμαίοις
εἰσήγαγον δὲ τήν τε Παλλάδα καὶ τὸν Διόνυσον ἔν τε Πειραιεῖ καὶ ἐν ἄστει καὶ ἐ-
20 βουθέτησαν ἐν ἑκατέραι τῶν πόλεων ἐμ πᾶσιν τὴν αὐτῶν φιλοτιμίαν ἀποδει-
κνύμενοι v ἔθυσαν δε’ καὶ τοῖς μεγάλοις θεοῖς καὶ τῆι Ἀρτέμιδι τῆι Μουνυχ[ίαι]
καὶ τῶι Διὶ τῶι Σωτῆρι καὶ τεῖ Ἀθηνᾶι καὶ περιέπλευσαν v ἐποιήσαντο δὲ καὶ τ[ὸν]
εἰς Σαλαμῖνα πλοῦν ἐπὶ τὸν ἀγῶνα τῶν Αἰαντείων καὶ ἔθυσα̣ν̣ [ἐπὶ τ]οῦ τρο[παίου]
καὶ παραγενόμενοι εἰς Σαλαμῖνα καὶ καλλιερήσαντες ἀνε[στράφησαν εὐτά]κ̣[τως καὶ]
25 εὐσχημόνως καὶ διὰ ταῦτα ἐστεφανώθησαν ὑπὸ [τοῦ δήμου τοῦ Σαλα]μ̣ινίων̣ [χρυ]-
σῶι στεφάνωι ὡσαύτως δὲ καὶ ὁ κοσμητὴς [αὐτῶν Δ]ημήτ[ριος Οὐλιάδ]ου Ἀλωπεκῆ-
θεν ἀνήνεγκαν δὲ καὶ τὰ ἀριστεῖα τοῖς [Παν]αθην[αίοι]ς καὶ Ἐλ[ευσινίοις] καὶ παρήγαγον
θῦμα ὡς κάλλιστον v ἀπεδ[είξαντο δὲ] καὶ ἐν τοῖς Θησείοι[ς καὶ Ἐπι]ταφ[ί]οις καὶ τεῖ βου-
λεῖ κατά τε τοὺς νόμους [καὶ] τὰ ψηφίσματα τοῦ δήμου καὶ ἐν [ἑκάστ]ωι μ[η]νὶ ἐποιοῦντο
30 τὰς πρὸς αὐτοὺς ἁμίλ[λ]ας τιθέντων αὐτοῖς ἆθλα τῶν γυμ[να]σιάρχων vv ἀνέθη-
καν δὲ καὶ φιάλ[ην τεῖ τε] Δήμητρι καὶ τεῖ Κόρει καὶ τεῖ μητρὶ τ[ῶν] θεῶν κα[ὶ βυ]βλία ἑκα-
τὸν εἰς τὴν βυ[βλιοθήκη]ν πρῶτοι κατὰ τὸ ψήφισμα ὃ Θεοδωρίδη[ς] Πειραι[εὺς] εἶπεν κα[ὶ]
ὁπλοθήκη[ν σ]πο[υδῆ]ς καὶ φιλοτιμίας οὐθὲν ἐνλείποντες v [δι]ετήρ[ησ]αν δὲ καὶ
τὴν πρ[ὸς ἀ]λλήλο[υς] ὁμόνοιαν καὶ φιλίαν ἐν ὅλωι τῶι ἐνιαυτῶι vv ὅπως οὖν ἥ τε βου-
35 λὴ κα[ὶ ὁ] δῆμος φ[αίν]ωνται τιμῶντες τοὺς πειθαρχοῦντα[ς] τοῖς τε νόμοις καὶ
τοῖ[ς ψ]ηφίσμασιν, [ἀγ]αθῆι τύχηι δεδόχθαι τῆι βουλῆι, τοὺς λαχόντας προέδρους εἰς
τ[ὴν ἐ]πιοῦσαν ἐκ[κλη]σίαν χρηματίσα[ι] περὶ τούτων, γνώμην δὲ ξυμβάλ[λ]εσθαι τῆς
κτλ. {²IG II(2).1009 l. 14 to end}²
II.67 Δωσίθεος Χαρ[․3-4․] Α̣ἰθαλίδης {²⁷IG Δωσίθεος Χαρ[ίου Χ]ολλίδης}²⁷
71 [Ν]ικόσ[τ]ρατ[ο]ς Δ[ιο]κλέους Φρεάρρ[ιος]
Search Help