[ ]
Att. — Athens — non-stoich. c. 62-70 — 116/5 BC — IG II² 1009+
1 | ἀγαθῆι [τ]ύχηι. |
[ἐ]πὶ Σαραπίωνος ἄρχοντος ἐπὶ τῆς Οἰνεῖδος τετάρτης πρυτανείας ἧι Σο- | |
φοκλῆς Δημητρίου Ἰφιστιάδης ἐγραμμάτευεν, Πυανοψιῶνος ὀγδόηι ἐπὶ | |
δέκα, δεκάτηι τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν προ- | |
5 | έδρων ἐπεψήφιζεν Πτολεμαῖος Θεοδότου Φλυεὺς καὶ συνπρόεδροι v |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι v Ἐξάκων Ἐξάκωντος Παλληνεὺς εἶ%⁸⁰- | |
πεν v ἐπειδὴ οἱ ἐφηβεύσαντες ἐπὶ Μενοίτου ἄρχοντος θύσαντες ταῖς ἐγ- | |
γραφαῖς ἐν τῶι πρυτανείωι ἐπὶ τῆς κοινῆς ἑστίας μετά τε τοῦ κοσμητοῦ καὶ | |
τοῦ ἱερέως τοῦ δήμου καὶ τῶν Χαρίτων καὶ τῶν ἐξηγητῶν κατὰ τὴν τοῦ δή- | |
10 | μου προαίρεσιν δαπανήσαντος εἴς τε τὴν θυσίαν καὶ τὰ νομιζόμενα ἐκ τῶν |
ἰδίων τοῦ κοσμητοῦ διετέλεσαν πειθαρχοῦντες αὐτῶι τε καὶ τοῖς παιδευ%⁸⁰- | |
ταῖς v ἔθυσαν δὲ καὶ τὰς θυσίας ἁπάσας τοῖς θεοῖς καὶ τοῖς εὐεργέταις τοῦ δή- | |
μου v ἐποιήσαντο δὲ καὶ τὴν ἀπάντησιν τοῖς ἱεροῖς καὶ προέπεμψαν τὸν Ἴακ- | |
χον ἤραντο δὲ καὶ τοὺς βοῦς δι’ ἑαυτῶν τοῖς Μυστηρίοις καὶ παρέστησαν τῆι Δή- | |
15 | μητρι καὶ τῆι Κόρηι θῦμα ὡς κάλλιστον, καὶ καλλιερήσαντες διενείμαντο τὰ |
κρέα v ὁμοίως δὲ καὶ τὰς ἄλλας θυσίας συνετέλεσαν ἐν τοῖς γυμνασίοις καὶ | |
τοὺς δρόμους ὡς εὐσχημονέστατα καὶ τὰς λαμπάδας καὶ τὰς πομπὰς ἐπόμ- | |
πευσαν ἁπάσας v ἀπήντησαν δὲ καὶ τοῖς εὐεργέταις τοῦ δήμου Ῥωμαίοις | |
εἰσήγαγον δὲ τήν τε Παλλάδα καὶ τὸν Διόνυσον ἔν τε Πειραιεῖ καὶ ἐν ἄστει καὶ ἐ- | |
20 | βουθέτησαν ἐν ἑκατέραι τῶν πόλεων ἐμ πᾶσιν τὴν αὐτῶν φιλοτιμίαν ἀποδει- |
κνύμενοι v ἔθυσαν δε’ καὶ τοῖς μεγάλοις θεοῖς καὶ τῆι Ἀρτέμιδι τῆι Μουνυχ[ίαι] | |
καὶ τῶι Διὶ τῶι Σωτῆρι καὶ τεῖ Ἀθηνᾶι καὶ περιέπλευσαν v ἐποιήσαντο δὲ καὶ τ[ὸν] | |
εἰς Σαλαμῖνα πλοῦν ἐπὶ τὸν ἀγῶνα τῶν Αἰαντείων καὶ ἔθυσα̣ν̣ [ἐπὶ τ]οῦ τρο[παίου] | |
καὶ παραγενόμενοι εἰς Σαλαμῖνα καὶ καλλιερήσαντες ἀνε[στράφησαν εὐτά]κ̣[τως καὶ] | |
25 | εὐσχημόνως καὶ διὰ ταῦτα ἐστεφανώθησαν ὑπὸ [τοῦ δήμου τοῦ Σαλα]μ̣ινίων̣ [χρυ]- |
σῶι στεφάνωι ὡσαύτως δὲ καὶ ὁ κοσμητὴς [αὐτῶν Δ]ημήτ[ριος Οὐλιάδ]ου Ἀλωπεκῆ- | |
θεν ἀνήνεγκαν δὲ καὶ τὰ ἀριστεῖα τοῖς [Παν]αθην[αίοι]ς καὶ Ἐλ[ευσινίοις] καὶ παρήγαγον | |
θῦμα ὡς κάλλιστον v ἀπεδ[είξαντο δὲ] καὶ ἐν τοῖς Θησείοι[ς καὶ Ἐπι]ταφ[ί]οις καὶ τεῖ βου- | |
λεῖ κατά τε τοὺς νόμους [καὶ] τὰ ψηφίσματα τοῦ δήμου καὶ ἐν [ἑκάστ]ωι μ[η]νὶ ἐποιοῦντο | |
30 | τὰς πρὸς αὐτοὺς ἁμίλ[λ]ας τιθέντων αὐτοῖς ἆθλα τῶν γυμ[να]σιάρχων vv ἀνέθη- |
καν δὲ καὶ φιάλ[ην τεῖ τε] Δήμητρι καὶ τεῖ Κόρει καὶ τεῖ μητρὶ τ[ῶν] θεῶν κα[ὶ βυ]βλία ἑκα- | |
τὸν εἰς τὴν βυ[βλιοθήκη]ν πρῶτοι κατὰ τὸ ψήφισμα ὃ Θεοδωρίδη[ς] Πειραι[εὺς] εἶπεν κα[ὶ] | |
ὁπλοθήκη[ν σ]πο[υδῆ]ς καὶ φιλοτιμίας οὐθὲν ἐνλείποντες v [δι]ετήρ[ησ]αν δὲ καὶ | |
τὴν πρ[ὸς ἀ]λλήλο[υς] ὁμόνοιαν καὶ φιλίαν ἐν ὅλωι τῶι ἐνιαυτῶι vv ὅπως οὖν ἥ τε βου- | |
35 | λὴ κα[ὶ ὁ] δῆμος φ[αίν]ωνται τιμῶντες τοὺς πειθαρχοῦντα[ς] τοῖς τε νόμοις καὶ |
τοῖ[ς ψ]ηφίσμασιν, [ἀγ]αθῆι τύχηι δεδόχθαι τῆι βουλῆι, τοὺς λαχόντας προέδρους εἰς | |
τ[ὴν ἐ]πιοῦσαν ἐκ[κλη]σίαν χρηματίσα[ι] περὶ τούτων, γνώμην δὲ ξυμβάλ[λ]εσθαι τῆς | |
κτλ. {²IG II(2).1009 l. 14 to end}² | |
II.67 | Δωσίθεος Χαρ[․3-4․] Α̣ἰθαλίδης {²⁷IG Δωσίθεος Χαρ[ίου Χ]ολλίδης}²⁷ |
71 | [Ν]ικόσ[τ]ρατ[ο]ς Δ[ιο]κλέους Φρεάρρ[ιος] |