[ ] Att. — Athens — non-stoich. — 196/5 BC
See also:
1 ἐπὶ Χαρικλέους ἄρχοντος, ἐπὶ τῆς Αἰγεῖδος ἐνάτης πρυτανείας ἧι vv
Αἰσχρίων Εὐαινέτου Ῥαμνούσιος ἐγραμμάτευεν· δήμου ψηφίσματα·
Ἐλαφηβολιῶνος τρίτει ἐπὶ δέκα, κατὰ θεὸν δὲ ὀγδόει καὶ εἰκοστεῖ
τῆς πρυτανείας· ἐκκλησία κυρία ἐμ Πειραιεῖ· τῶν προέδρων ἐπεψή-
5 φιζεν Ἀντίπατρος Ποτάμωνος Λαμπτρεὺς καὶ συμπρόεδροι vvv
               ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι
Σώδαμος Τιμασιθέου ἐξ Οἴου εἶπεν· v ἐπειδὴ Κηφισόδωρος ἐκτενὴν
προσενηνεγμένος τὴν πρὸς τὸν δῆμον εὔνοιαν ἐμ παντὶ καιρῶι
καὶ πεπολιτευμένος μὲν πρὸς τὰ τριάκοντα ἔτη καθαρῶς καὶ ἀδωρο-
10 δοκήτως οὐθένα δὲ οὔτε πόνον οὔτε κίνδυνον ἐκκεκλικὼς ἕνεκεν
τοῦ κοινοῦ συμφέροντος v καὶ τάς τε ἄλλας λειτουργίας ὑπομεμενη-
κὼς πάσας ἐφ’ ἃς αὐτὸν κατέστησεν ὁ δῆμος v γεγονὼς δὲ καὶ ταμίας
στρατιωτικῶν καλῶς καὶ φιλοδόξως καὶ τὴν τῶν σιτωνικῶν vvv
ταιμείαν συνδιεξηχὼς τρίτος ἔν τε τῶι ἐπὶ Ἀπολλοδώρου καὶ
15 Προξενίδου ἐνιαυτῶι v τεθηκὼς δὲ καὶ νόμους συμφέροντας
ἐφ’ ὁμονοίαι πάντων Ἀθηναίων καὶ πόρους χρημάτων ἴσους καὶ
δικαίους συμβεβουλευκώς v εἰσηγημένος δὲ καὶ δι’ οὗ τρόπου vv
τούς τε ὄντας φίλοις ὁ δῆμος διατηρήσει βεβαίους ἐν τεῖ πίστε[ι]
μένοντας καὶ ἑτέρους προσκτήσεται v καὶ τὰς γινομένας ἐπιβου̣-
20 λὰς ὑπὸ τῶν ἔξωθεν προεωραμένος καὶ ἀντιστῆνα[ι] πρ̣[οστ̣]εταγ-
μένος v καὶ συμμαχίας συμβεβουλευκὼς καλὰς καὶ [συν]ενηνο-
χείας τῶι δήμωι v καὶ πρεσβείας πεπρεσβευκὼς ὑπὲρ [τῶν] μεγί-
στων εἰς σωτηρίαν ταῖς πόλεσιν καὶ τῆι χώραι v καὶ χρήματα ἠχὼς
καὶ σῖτον καὶ ἄλλας δωρεὰς οὐκ ὀλίγας v εἰσενηνοχὼς δὲ καὶ ψη-
25 φίσματα πολλὰ καὶ χρήσιμα καὶ δόξαν ἔχοντα καὶ πρᾶξιν καὶ εὐ-
σχημοσύνην τῶι δήμωι v καὶ διαμεμενηκὼς ἐπὶ τῆς αὐτῆς
αἱρέσεως ἅπαντα τὸν χρόνον μισοπονηρῶς vv καὶ διὰ τὴν συνέ-
χειαν τῶν πραττομένων καὶ ἐπινοουμένων μάλιστα αἴτιος γεγο-
νὼς μετὰ τῆς τῶν θεῶν εὐμενείας τοῦ διατηρῆσαι τὸν δῆμον
30 [τ]ὴν αὐτονομίαν v οὐκ ὀλίγοις δὲ καὶ τῶν ἄλλων Ἑλλήνων περιπε-
[ποηκέ]ν̣αι τὰ μέγιστα τῶν ἀγαθῶν vv καὶ διὰ ταῦτα πάντα δίκαι-
[ον ἀποφαί]νων ἑαυτὸν τυχεῖν τιμῆς κατὰ τὸν νόμον vv αἰτεῖ%⁸⁰%⁸⁰-
[ται νῦν δοῦν]αι ἑαυτοῦ τὸν δῆμον εἰκόνα χαλκῆν ἐν ἀγορᾶι καὶ
[εἰκόνα χαλκῆ]ν ἐν τῶι ἐμπορίωι καὶ σίτησιν ἑαυτῶι ἐν πρυ-
35 [τανείωι καὶ ἐγγόνων ἀ]εὶ τῶι πρεσβυτάτωι καὶ προεδρίαν ἐν πᾶσι
[τοῖς ἀγῶσιν οἷς ἡ πόλις τί]θησιν vv καὶ τὴν αἴτησιν δέδωκεν πρὸς
[τὴν βουλὴν καὶ τὸν δῆμον] κατὰ μέρος τῶν πεπραγμένων vvvvvv
[ὅπως ἂν οὖν ὁ δῆμος φαίνη]ται τιμῶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ
[ὅπως ἂν εἰδῶσιν καὶ οἱ ἄλλοι ζη]λωταὶ τῆς τοιαύτης αἱρέσεως ὅτι
40 [ἀεὶ παρὰ τοῦ δήμου τοῦ Ἀθηναί]ων τῆς προσηκούσης τυγχάνου-
[σιν τιμῆς vvvvvv ἀγαθεῖ τύχει δε]δόχθαι τεῖ βουλεῖ τοὺς προέ%⁸⁰-
[δρους οἵτινες ἂν λάχωσιν προεδρεύειν εἰς τ]ὴν κυρίαν ἐκκλ[ησίαν]
[τὴν ἐπὶ τῆς Αἰγεῖδος πρυτανείας χρηματίσαι π]ερὶ τού[των κα]-
[τὰ τὸν νόμον γνώμην δὲ ξ]υμ[βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι]
45 [δοκεῖ τεῖ βουλεῖ] ἐπαινέσ[αι Κηφισόδωρον — — — — — — — — — — —]
[καὶ στεφανῶσα]ι χρυσῶι [στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν]
[καὶ εὐνοίας ἣν ἔχω]ν διατελ[εῖ πρὸς τὸν δῆμον τ]ὸ̣[ν Ἀθηναίων v ἀνειπεῖν]
[δὲ τὸν στέφανο]ν τοῦτον [Διονυσίων τε τῶν ἐν] ἄσ[τει καινοῖς τραγωι]-
[δοῖς καὶ Παναθ]ηναίων κ̣[αὶ Ἐλευσινίων κα]Πτολ[εμαίων τοῖς γυμνι]-
50 [κοῖς ἀγῶσιν v]vv τῆς δὲ [ποιήσεως τοῦ] στεφάνο[υ καὶ τῆς ἀναγο]-
[ρεύσεως ἐπιμελ]ηθῆναι τοὺς [στρατηγοὺ]ς καὶ τὸν τα[μίαν τῶν στρα]-
[τιωτικῶν vvv] στῆσαι δὲ [αὐτοῦ κα]ὶ εἰκόνα χαλκῆ[ν ἐν ἀγορᾶι καὶ]
[ἄλλην ἐμ Πειραι]εῖ ἐν τῶ[ι ἐμπορίω]ι vv εἶναι δὲ αὐτῶ[ι καὶ σίτησιν]
[ἐν πρυτανείωι κα]ὶ ἐγ[γόνων ἀ]εὶ τῶι πρεσβυτάτωι [καὶ προεδρίαν]
55 [ἐν πᾶσι τοῖς ἀγῶσιν οἷς ἡ πόλις] τίθησιν vv τοὺς [δ]ὲ θεσ[μοθέτας εἰσα]-
[γαγεῖν τὴν δοκιμασίαν αὐτῶι ὅ]ταν ἐξέλθωσιν [αἱ] ἐκ τ[οῦ νόμου ἡμέραι]
[τῆς αἰτήσεως — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us