| 1 | ἐπὶ Χαρικλέους ἄρχοντος, ἐπὶ τῆς Αἰγεῖδος ἐνάτης πρυτανείας ἧι vv |
| Αἰσχρίων Εὐαινέτου Ῥαμνούσιος ἐγραμμάτευεν· δήμου ψηφίσματα· | |
| Ἐλαφηβολιῶνος τρίτει ἐπὶ δέκα, κατὰ θεὸν δὲ ὀγδόει καὶ εἰκοστεῖ | |
| τῆς πρυτανείας· ἐκκλησία κυρία ἐμ Πειραιεῖ· τῶν προέδρων ἐπεψή- | |
| 5 | φιζεν Ἀντίπατρος Ποτάμωνος Λαμπτρεὺς καὶ συμπρόεδροι vvv |
| ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι | |
| Σώδαμος Τιμασιθέου ἐξ Οἴου εἶπεν· v ἐπειδὴ Κηφισόδωρος ἐκτενὴν | |
| προσενηνεγμένος τὴν πρὸς τὸν δῆμον εὔνοιαν ἐμ παντὶ καιρῶι | |
| καὶ πεπολιτευμένος μὲν πρὸς τὰ τριάκοντα ἔτη καθαρῶς καὶ ἀδωρο- | |
| 10 | δοκήτως οὐθένα δὲ οὔτε πόνον οὔτε κίνδυνον ἐκκεκλικὼς ἕνεκεν |
| τοῦ κοινοῦ συμφέροντος v καὶ τάς τε ἄλλας λειτουργίας ὑπομεμενη- | |
| κὼς πάσας ἐφ’ ἃς αὐτὸν κατέστησεν ὁ δῆμος v γεγονὼς δὲ καὶ ταμίας | |
| στρατιωτικῶν καλῶς καὶ φιλοδόξως καὶ τὴν τῶν σιτωνικῶν vvv | |
| ταιμείαν συνδιεξηχὼς τρίτος ἔν τε τῶι ἐπὶ Ἀπολλοδώρου καὶ | |
| 15 | Προξενίδου ἐνιαυτῶι v τεθηκὼς δὲ καὶ νόμους συμφέροντας |
| ἐφ’ ὁμονοίαι πάντων Ἀθηναίων καὶ πόρους χρημάτων ἴσους καὶ | |
| δικαίους συμβεβουλευκώς v εἰσηγημένος δὲ καὶ δι’ οὗ τρόπου vv | |
| τούς τε ὄντας φίλοις ὁ δῆμος διατηρήσει βεβαίους ἐν τεῖ πίστε[ι] | |
| μένοντας καὶ ἑτέρους προσκτήσεται v καὶ τὰς γινομένας ἐπιβου̣- | |
| 20 | λὰς ὑπὸ τῶν ἔξωθεν προεωραμένος καὶ ἀντιστῆνα[ι] πρ̣[οστ̣]εταγ- |
| μένος v καὶ συμμαχίας συμβεβουλευκὼς καλὰς καὶ [συν]ενηνο- | |
| χείας τῶι δήμωι v καὶ πρεσβείας πεπρεσβευκὼς ὑπὲρ [τῶν] μεγί- | |
| στων εἰς σωτηρίαν ταῖς πόλεσιν καὶ τῆι χώραι v καὶ χρήματα ἠχὼς | |
| καὶ σῖτον καὶ ἄλλας δωρεὰς οὐκ ὀλίγας v εἰσενηνοχὼς δὲ καὶ ψη- | |
| 25 | φίσματα πολλὰ καὶ χρήσιμα καὶ δόξαν ἔχοντα καὶ πρᾶξιν καὶ εὐ- |
| σχημοσύνην τῶι δήμωι v καὶ διαμεμενηκὼς ἐπὶ τῆς αὐτῆς | |
| αἱρέσεως ἅπαντα τὸν χρόνον μισοπονηρῶς vv καὶ διὰ τὴν συνέ- | |
| χειαν τῶν πραττομένων καὶ ἐπινοουμένων μάλιστα αἴτιος γεγο- | |
| νὼς μετὰ τῆς τῶν θεῶν εὐμενείας τοῦ διατηρῆσαι τὸν δῆμον | |
| 30 | [τ]ὴν αὐτονομίαν v οὐκ ὀλίγοις δὲ καὶ τῶν ἄλλων Ἑλλήνων περιπε- |
| [ποηκέ]ν̣αι τὰ μέγιστα τῶν ἀγαθῶν vv καὶ διὰ ταῦτα πάντα δίκαι- | |
| [ον ἀποφαί]νων ἑαυτὸν τυχεῖν τιμῆς κατὰ τὸν νόμον vv αἰτεῖ%⁸⁰%⁸⁰- | |
| [ται νῦν δοῦν]αι ἑαυτοῦ τὸν δῆμον εἰκόνα χαλκῆν ἐν ἀγορᾶι καὶ | |
| [εἰκόνα χαλκῆ]ν ἐν τῶι ἐμπορίωι καὶ σίτησιν ἑαυτῶι ἐν πρυ- | |
| 35 | [τανείωι καὶ ἐγγόνων ἀ]εὶ τῶι πρεσβυτάτωι καὶ προεδρίαν ἐν πᾶσι |
| [τοῖς ἀγῶσιν οἷς ἡ πόλις τί]θησιν vv καὶ τὴν αἴτησιν δέδωκεν πρὸς | |
| [τὴν βουλὴν καὶ τὸν δῆμον] κατὰ μέρος τῶν πεπραγμένων vvvvvv | |
| [ὅπως ἂν οὖν ὁ δῆμος φαίνη]ται τιμῶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ | |
| [ὅπως ἂν εἰδῶσιν καὶ οἱ ἄλλοι ζη]λωταὶ τῆς τοιαύτης αἱρέσεως ὅτι | |
| 40 | [ἀεὶ παρὰ τοῦ δήμου τοῦ Ἀθηναί]ων τῆς προσηκούσης τυγχάνου- |
| [σιν τιμῆς vvvvvv ἀγαθεῖ τύχει δε]δόχθαι τεῖ βουλεῖ τοὺς προέ%⁸⁰- | |
| [δρους οἵτινες ἂν λάχωσιν προεδρεύειν εἰς τ]ὴν κυρίαν ἐκκλ[ησίαν] | |
| [τὴν ἐπὶ τῆς Αἰγεῖδος πρυτανείας χρηματίσαι π]ερὶ τού[των κα]- | |
| [τὰ τὸν νόμον γνώμην δὲ ξ]υμ[βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι] | |
| 45 | [δοκεῖ τεῖ βουλεῖ] ἐπαινέσ[αι Κηφισόδωρον — — — — — — — — — — —] |
| [καὶ στεφανῶσα]ι χρυσῶι [στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν] | |
| [καὶ εὐνοίας ἣν ἔχω]ν διατελ[εῖ πρὸς τὸν δῆμον τ]ὸ̣[ν Ἀθηναίων v ἀνειπεῖν] | |
| [δὲ τὸν στέφανο]ν τοῦτον [Διονυσίων τε τῶν ἐν] ἄσ[τει καινοῖς τραγωι]- | |
| [δοῖς καὶ Παναθ]ηναίων κ̣[αὶ Ἐλευσινίων κα]ὶ Πτολ[εμαίων τοῖς γυμνι]- | |
| 50 | [κοῖς ἀγῶσιν v]vv τῆς δὲ [ποιήσεως τοῦ] στεφάνο[υ καὶ τῆς ἀναγο]- |
| [ρεύσεως ἐπιμελ]ηθῆναι τοὺς [στρατηγοὺ]ς καὶ τὸν τα[μίαν τῶν στρα]- | |
| [τιωτικῶν vvv] στῆσαι δὲ [αὐτοῦ κα]ὶ εἰκόνα χαλκῆ[ν ἐν ἀγορᾶι καὶ] | |
| [ἄλλην ἐμ Πειραι]εῖ ἐν τῶ[ι ἐμπορίω]ι vv εἶναι δὲ αὐτῶ[ι καὶ σίτησιν] | |
| [ἐν πρυτανείωι κα]ὶ ἐγ[γόνων ἀ]εὶ τῶι πρεσβυτάτωι [καὶ προεδρίαν] | |
| 55 | [ἐν πᾶσι τοῖς ἀγῶσιν οἷς ἡ πόλις] τίθησιν vv τοὺς [δ]ὲ θεσ[μοθέτας εἰσα]- |
| [γαγεῖν τὴν δοκιμασίαν αὐτῶι ὅ]ταν ἐξέλθωσιν [αἱ] ἐκ τ[οῦ νόμου ἡμέραι] | |
| [τῆς αἰτήσεως — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
Hesperia
5 (1936) 419,15