IG II² 133
[ ] Att. — stoich. 30 — 355/4
1 προξενία καὶ εὐεργεσί[α]
Φιλίσ[κ]ωι Λύκου αὐτῶ[ι]
καὶ ἐ[κ]γ[ό]νοις Σ[ηστ]ίω[ι].
[ἐ]πὶ [Καλ]λ[ιστράτου ἄρχοντος ἐπὶ τῆς Ἀ]-
5 [κ]α[μαν]τίδ[ος ἐνάτης πρυτανείας ἧι Πά]-
[ν]διος Σωκλ[έ]ους ἐ[ξ Οἴου ἐγραμμάτευε]-
[ν]· τῶν προέδ[ρω]ν [ἐπεψήφιζε ․․․․9․․․․]-
․ Κονθυλῆθ[ε]ν· ἔ[δοξεν τῶι δήμωι ․․5․․]-
․ίδης εἶπε[ν]· ἐπ[ειδὴ Φιλίσκος ἀνὴρ ἀγ]-
10 [α]θὸς ἐγένετο [περὶ τὸν δῆμον τὸν Ἀθην]-
αίων μηνύσας τ[ὸν τῶν Βυζαντίων στόλ(?)]-
ον, ἐ[ψ]ηφίσθαι τῶ[ι δήμωι πρόξενον εἶν]-
αι κ[αὶ] εὐεργέτη[ν Ἀθηναίων τοῦ δήμου]
καὶ αὐτὸν καὶ [ἐκγόνους· καὶ ἀναγράψα]-
15 ι τόδε τὸ ψήφι[σμα τὸν γραμματέα τῆς β]-
ουλῆς ἐν στήληι λ[ιθίνηι καὶ καθαθεῖ]-
ναι ἐν τῆι ἀκροπ[όλει δέκα ἡμερῶν, εἰς]
δὲ τὴν ἀναγραφὴν [δοῦναι τὸν ταμίαν τ]-
οῦ δήμου ΔΔ δραχμ[ὰς ἐκ τῶν κατὰ ψηφίσ]-
20 ματα ἀναλισκ[ο]μ[ένων. ἐπαινέσαι δὲ Φι]-
λίσκον καὶ καλέσα[ι ἐπὶ ξένια εἰς τὸ π]-
ρυτανεῖο[ν] εἰς αὔ[ρ]ι[ον· ἐπιμελεῖσθαι]
δὲ Φιλίσκου τὸν λι[μενόφρουρον(?) τὸν Ἀ]-
θηναίων ἐν Ἑλλησπόν[τωι καὶ τοὺς ἄρχ]-
25 οντας τοὺς ἐν Ἑλλησπ[όντωι, Ἀθήνησι δ]-
ὲ τὴν βουλὴν τὴν ἀεὶ βο[υλεύουσαν καὶ]
τοὺς στρατηγοὺς ὅπως ἂ[ν μὴ ἀδικῆται].
Search Help
Contact Us