1
|
[θ]εοί.
|
|
[Κ]ηφισοκλείδης Σωστράτου Ῥαμνούσιος εἶπεν·
|
|
δεδόχθαι τῶι δήμωι· ἐπειδὴ Διονύσιος Ἀρτεμι-
|
|
[δώ]ρου Κλαζομένιος διατελεῖ εὔνους ὢν
|
5
|
[τῶι δ]ήμωι τῶι Ἀθηναίων τῶι Ῥαμνοῦντι καὶ̣
|
|
[ἐνδεί]κνυται τὴν εὔνοιαν ἣν ἔχει εἰς τὸν
|
|
[δῆμο]ν καὶ τὴς φυλακῆς συνεπιμέλητα[ι]
|
|
[τοῦ χω]ρίου μετὰ τῶν ἐπιμελητῶν, ἐπαινέσ̣α̣[ι]
|
|
[Διονύσι]ον ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆ[ς]
|
10
|
[εἰς τὸν] δῆμον καὶ στεφανῶσαι αὐτὸν χρυσῶ[ι]
|
|
[στεφ]άνωι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐ[ν]
|
|
[στήληι] τὸν ταμίαν καὶ στῆσαι ἐν τῶι ἱερῶ[ι]
|
|
[τῆς Νεμέσ]εως· ἐπαινέσαι δὲ καὶ τοὺς στρα̣-
|
|
[τιώτας μ]ετ’ αὐτοῦ καὶ στεφανῶσα[ι]
|
15
|
[ἑκαστὸν αὐτῶ]ν θαλλοῦ στεφάνωι.
|