[ ] Att. — Rhamnous — ca. 250-200 BC — IG II² 1312
See also:
1        [θ]εοί.
[Κ]ηφισοκλείδης Σωστράτου Ῥαμνούσιος εἶπεν·
δεδόχθαι τῶι δήμωι· ἐπειδὴ Διονύσιος Ἀρτεμι-
[δώ]ρου Κλαζομένιος διατελεῖ εὔνους ὢν
5 [τῶι δ]ήμωι τῶι Ἀθηναίων τῶι Ῥαμνοῦντι καὶ̣
[ἐνδεί]κνυται τὴν εὔνοιαν ἣν ἔχει εἰς τὸν
[δῆμο]ν καὶ τὴς φυλακῆς συνεπιμέλητα[ι]
[τοῦ χω]ρίου μετὰ τῶν ἐπιμελητῶν, ἐπαινέσ̣α̣[ι]
[Διονύσι]ον ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆ[ς]
10 [εἰς τὸν] δῆμον καὶ στεφανῶσαι αὐτὸν χρυσῶ[ι]
[στεφ]άνωι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐ[ν]
[στήληι] τὸν ταμίαν καὶ στῆσαι ἐν τῶι ἱερῶ[ι]
[τῆς Νεμέσ]εως· ἐπαινέσαι δὲ καὶ τοὺς στρα̣-
[τιώτας μ]ετ’ αὐτοῦ καὶ στεφανῶσα[ι]
15 [ἑκαστὸν αὐτῶ]ν θαλλοῦ στεφάνωι.
Search Help
Contact Us