[ ] Att. — Rhamnous — 225/4 BC — ArchEph (1953) 131
1 ἔδοξεν Ῥαμνουσίοις καὶ τοῖς οἰκοῦσιν τῶν πολιτῶν
*(RAMNOU=NTI: *TIMOKRA/THS *)EPIGE/NOU *)/OAQEN EI)=PEN: E)PEID[H\]
Μένανδρος κατασταθεὶς τριήραρχος εἰς τὸν ἐνιαυ[τὸν]
τὸν ἐπὶ Νικήτου ἄρχοντος τῆς τε τοῦ πλοίου ἐπ[ι]-
5 σκευῆς ἐπεμελήθη καλῶς καὶ φιλοτίμως ἀναλ[ίσ]-
κων ἐκ τῶν ἰδίων ὅσα παρήγγελλον αὐτῶι οἱ ἐπὶ τού[τωι]
τεταγμένοι· ἔθηκεν δὲ καὶ ἔλαιον τοῖς νεανίσκ[οις]
[ἵ]να ἐπιμελόμενοι τοῦ σώματος δυνατώτεροι γίνων-
[τ]αι· ἔθυσεν δὲ καὶ τῶι Διὶ τῶι σωτεῖρι καὶ τεῖ Ἀθηνᾶι τεῖ
10 [σω]τείραι περὶ ὑγιείας καὶ σωτηρίας καὶ ὁμονοίας τῶν
[συ]νπλευσάντων, ὅπως ἂν ὁμονοοῦντες καὶ σωιζόμε-
[νοι κ]αὶ εἰς τὸ μετὰ ταῦτα χρησιμοὶ γίνωνται τῶι δήμωι
[καὶ] ὑπεδ̣έξατο φιλοτίμως ἐκ τῶν ἰδίων vac. ἐστεφάνω-
σε δὲ καὶ τοὺς ἐπὶ τοῦ πλοίου ὑπηρέτας φιλοτιμίας
15 ἕνεκεν τῆς εἰς ἑαυτούς· ἔδωκεν δὲ καὶ τὰ ναυφυλά-
κια παρ’ ἑαυτοῦ καὶ παραγενόμενος εἰς Ῥαμνοῦντα
ἔθυσεν τεῖ Νεμέσει μετὰ τοῦ στρατηγοῦ καὶ τῶν ἱερο-
ποιῶν τῶν αἱρεθέντων μεθ’ αὑτοῦ ////// καὶ ἐπέδωκεν ἱερε[ῖ]-
α καὶ οἶνον· ὅπως δ’ ἂν ἐφάμιλλον εἶ τοῖς ἀεὶ καθισταμέ-
20 [ν]οις τριηράρχοις εἰδόσιν ὅτι χάριτας ἀξίας κομιοῦν-
[τ]αι ὧν ἂν εὐεργετήσωσιν· ἀγαθεῖ τύχει· δεδόχθαι
Ἀθηναίων τοῖς συνπλεύσασιν ἐν τῶι ἀφράκ̣τωι·
ἐπαινέσαι Μένανδρον Τεισάνδρου Εἰτεαῖον καὶ
στεφανῶσαι χρυσῶι σ[τ]εφάνωι κατὰ τὸν νόμον
25 ἀρετῆς ἕνεκα //// καὶ φιλοτιμίας τῆς εἰς ἑαυτούς.
εἶναι δὲ αὐτῶι καὶ ἀτέλειαν τοῦ πλοῦ εἰς τὸ μετὰ ταῦτα·
ἀναγράψαι δὲ τὸ ψήφισμα ἐν στήλει λιθίνει καὶ στῆσαι πρὸ[ς]
τεῖ πύλει· ἑλέσθαι δὲ καὶ τρεῖς ἄνδρας ἤδη ἐξ ἑαυτῶν οἵτι-
νες συντελοῦσιν τὰ ἐψηφισμένα· τὸ δὲ ἀνάλωμα τὸ γεν[ό]-
30 μενον λογίσασθαι τῶι κοινῶι· οἵδε εἱρέθησαν Τιμοκρά-
της Ἐπιγένου Ὀῆθεν, Ἀρχέστρ[α]τος Αἰσχίνου Ἐρχιεύς,
[Δι]οκλῆς Δίωνος Ἀμαξαντ[εύς].
32a                in corona:
33                Ἀθηναίων
           οἱ συνπλεύσα̣ν̣τ̣ε̣ς̣
35               Μέναν<δ>ρον
              Τεισάνδρου
               Εἰτεαῖον.
Search Help
Contact Us