[ ] Att. — Rhamnous — ca. 225-200 BC — IG II² 1311
See also:
— — —
1 μον[—                                 εἰδότες ὅτι χάριτας]
ἀξίας [κομι]οῦντα[ι ὧν ἂν εὐεργετήσω]σ[ιν· ἀγαθῆι] τύχη[ι]·
δεδόχθαι Ἀθηναίων [τ]ο[ῖ]ς στρα[τε]υομέν[ο]ις Ῥ[α]μνοῦν-
τι· ἐπαινέσαι Δικαίαρχον [π]ο[λλ]ωνίου Θριά[σιον]
5 καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκα καὶ φι-
λοτιμίας τῆς εἰς ἑαυτοὺς· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ-
μα ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶ[ι θ]εάτρωι, εἰς δὲ
τὴν ἀναγραφὴν εἰσενεγκεῖν τοὺς νομ//////////////
ἑλέσθαι δὲ καὶ τρεῖς ἄνδρας ἐξ ἑαυτῶν οἵτινες συντελοῦ-
10 σιν τὰ ἐψηφισμένα· οἵδε εἱρέθησαν· Λέων Ἅγνωνος Ὄαθεν,
Θεόδωρος Νικωνύμου Φλυεύς, Γλαύκων Σωσικράτου
Χολλείδης.
               Ἀθηναίων
                οἱ στρατευόμενοι
15                Ῥαμνοῦντι
                Δικαίαρχον.
Search Help
Contact Us