[ ] Att. — Rhamnous — 256/5-244/3 BC — IG II² 1286
See also:
1 ἀγαθῆι τύχηι· ἔδοξεν τοῖς στρατιώται[ς]
τοῖς τεταγμένοις ὑπ[ὸ Τ]ιμ[ο]κράτην· Ἀργα[ῖ]-
ος Κλέωος Κρὴς εἶ]πεν· ἐπειδὴ Θούκριτος πρό-
[τ]ερόν τε [χειροτονηθεὶς] ὑπὸ τοῦ δήμου στρατ[η]-
5 [γ]ὸς [τὸν ἐνιαυτὸν τὸν ἐπὶ — — —]υ ἄρχοντος κα[ὶ]
[πάλιν ἐπὶ Κλεομάχου ἄρχοντ]ος διατετέλε-
[κεν ἀνὴρ ἀγαθὸς ὢν καὶ εὔνους το]ῖς στρατιώτα[ις]
[καὶ κοινῆι καὶ ἰδίαι χρείας παρεχόμ]ενος εἰς
[ὃ ἄν τις αὐτὸν παρακαλῆι· ὅπως οὖν φ]ανεροὶ γίνω[ν]-
10 [ται οἱ στρατιῶται εἰδότες ἀποδιδόναι] τὰς χάρι-
[τας ἀξίας τῶν εὐεργετημάτων· ἀγ]αθῆι τύχη[ι]·
[δεδόχθαι τοῖς στρατιώταις· ἐπαιν][σα]ι Θούκριτ[ον]
[Ἀλκιμάχου Μυρρινούσιον καὶ στεφαν]ῶσ[αι] χρυσ[ῶι]
[στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκα κα]ὶ εὐ[νοί]-
15 [ας                                              —σα
                                              —ιβουλ
                                               —στη
                                             —ται δε
[                                    ἑλέσ]θαι δὲ τρεῖς [ἄν]-
20 [δρας αὐτίκα μάλα οἵτινες ἐπιμελήσ]ονται τῆς ἀναθέσ[ε]-
[ως                            ] τὸ δὲ ἀνάλωμα τ[ὸ]
[γινόμενον εἰς τοῦτο λ]ο[γ]ίσ[ασθ]αι(?) [․․․․ τ]ο[ῖς σ]τρατιώταις·
[οἵδε ἀνέθεσαν ․․․]τα[ῖ]ος Κρής, ․․5․․νδρος Κρής, Θεοφ-
[—                      Ε]ὐωνυμεύς, Ξενόφιλο[ς]
25 [                 Κο]ρίνθιος, Ἀργαῖος Κρ[ής],
[                       Κλ]αζο[μένιος(?)],
[οἵδε ἡιρέθησαν ἐπὶ τὴν ἀνάθεσιν τῆς εἰκόνος].
Search Help
Contact Us