IG II² 125
[ ] Att. — stoich. 39 — 357/6
1 [ἔδοξεν τῶι δ]ήμωι· Ἡγήσ[ι]ππ[ος εἶπεν· ὅπως ἂν μὴ ․․․]
[․․6․․․ τῶ]ν συμμάχων μηδεὶς ․․․․․․․16․․․․․․․
․․․8․․․․ μηδεὶς μήτε ξένος μή[τε ἀστὸς ἀδικῆι τ]-
[ῶν συμ]μάχων μ[η]δένα, ὁρμώμενος [τῆς Ἀττικῆς μηδὲ]
5 [τῶν π]όλεων τῶν σ[υ]μμαχίδων μηδ[αμόθεν, ἐψηφίσθα]-
[ι τ]ῶι δήμωι· περὶ μὲν τῶν ἐπιστρ[ατευσάντων ἐπὶ τ]-
[ὴ]ν χώραν τὴν Ἐρετριέων τὴν βουλ[ὴν προβουλεύσα]-
σαν ἐξενε[γ]κεῖν εἰς τὸν δῆμον εἰ[ς τὴν πρώτην ἐκκ]-
λησίαν, ὅπως ἂν [δ]ίκην δῶσιν κατὰ [τὰς σπόνδας· ἐὰν]
10 δέ τις τοῦ λοιποῦ χρόνου ἐπιστρα[τεύσηι ἐπὶ Ἐρέ]-
τριαν ἢ ἐπ’ ἄλλην τινὰ τῶν συμμαχί[δων πόλεων, Ἀθη]-
ναίων ἢ τῶν συμμάχων τῶν Ἀθηνα[ίων, θάνατον αὐτοῦ]
κατεγνῶσθαι καὶ τὰ χρήματα δ[ημόσια εἶναι καὶ τ]-
ῆς θεοῦ τὸ ἐπιδέκατον· καὶ εἶν[αι τὰ χρήματα αὐτοῦ]
15 ἀγώγιμα ἐξ ἁπάσων τῶν πόλεω[ν τῶν συμμαχίδων· ἐὰν]
δέ τις ἀφέληται πόλις, ὀφείλ[ειν τῶι κοινῶι τῶι τ]-
ῶν συμμάχων. ἀναγράψαι δὲ τὸ [ψήφισμα ἐστήληι λι]-
θίνηι καὶ στῆσαι ἐν ἀκροπ[όλει καὶ ἐν τῆι ἀγορᾶι]
καὶ ἐν τῶι λιμένι· τὸ δὲ [ἀργύριον δοῦναι εἰς τὴν ἀ]-
20 ναγραφὴν τὸν ταμίαν τ[οῦ δήμου. ἐπαινέσαι δὲ καὶ τ]-
οὺς βοηθήσ[αντ]ας ἐ[ς][ρέτριαν ․․․․10․․․․ καὶ Κα]-
ρυστίους [․․․․․․․․․․․25․․․․․․․․․․․․ τὸν στρ]-
[α]τηγὸν — — — — — — — — — — — — — —
․․αρχ — — — — — — — — — — — — — — —
25 ․․ε — — — — — — — — — — — — — — — —
Search Help
Contact Us