[ ] Att. — Athens: Agora — non-stoich. 52-56 — c. 180 a. — Hesp. 11.1942.265,51 — REG 57.1944.200,78 — SEG 42.116
1 [․․․․․․․c.18․․․․․․․κ]λέους εἶπεν· ἐπειδὴ ἡ ἱέρεια τῶν Θεσμοφό-
[ρων προκεκριμένη ὑπὸ τῶν] δημοτῶν, Σατύρα Κρατέου Μελιτέως γυν[ή],
[ἔθυσεν ὑπὲρ τῶν δημοτῶν καλῶ]ς καὶ εὐσεβῶς πάσας τὰς καθηκούσας
[θυσίας ἃς οἱ νόμοι προσέταττ]ον, ἐπεσκεύακεν δὲ καὶ τοὺς ναοὺς πά[ν]-
5 [τας τοὺς ἐν τῶι Ἐλευσινίωι, ἐπε]σκεύακεν δὲ καὶ π̣ά̣[ν]τ̣α ἐν τῶι τοῦ Πλ[ού]-
[τωνος ἱερῶι, προσανήλωκεν δὲ καὶ] ἐκ τῶν ἰδίων ὑπὲρ τὰς ἑκατὸν δρα-
[χμὰς εἰς τὰς θυσίας τὰς γιγνομένα]ς κατ’ ἐνιαυτόν, ἀγαθεῖ τύχει· δεδό-
[χθαι τοῖς Μελιτεῦσι, ἐπαινέσαι τὴν ἱ]έρειαν τῶν Θ[ε]σμοφόρων Σατύρα<ν>
[Κρατέου Μελιτέως γυναῖκα καὶ στε]φ[α]ν̣ῶσαι αὐτὴν μυρρίνης στεφά-
10 [νωι εὐνοίας ἕνεκα καὶ εὐσεβείας τῆς εἰς τὰ]ς θεὰς καὶ τὸν δῆμον τὸν
[Μελιτέων, δοῦναι δὲ αὐτῆι καὶ εἰκόνος ἀ]νάθεσιν ἐν πίνακι, καθάπε<ρ>
[δέδοται καὶ ἄλλαις ἱερείαις ἐν τῶι ναῶι] τῆς Δήμητρος καὶ τῆς Κόρη].
[ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν ταμίαν] τῶν δημοτῶν ἐν στήλει λ[ι]-
[θίνει καὶ στῆσαι πρὸς τῶι Ἐλευσινίωι· τὸ δὲ] ἀνάλωμα εἰς ταῦτα με[ρί]-
15 [σαι ἐκ τῆς κοινῆς διοικήσεως].
Search Help
Contact Us