[ ] Att. — Athens: Agora — non-stoich. c. 48-56 — 196/5 a. — Hesp. 5.1936.419,15 — C & M 42.1991.124 — SEG 25.112; 41.59
See also:
1 ἐπὶ Χαρικλέους ἄρχοντος ἐπὶ τῆς Αἰγεῖδος ἐνάτης πρυτανείας ἧι vv
Αἰσχρίων Εὐαινέτου Ῥαμνούσιος ἐγραμμάτευεν· δήμου ψηφίσματα·
Ἐλαφηβολιῶνος τρίτει ἐπὶ δέκα, {κατὰ θεὸν δὲ} ὀγδόει καὶ εἰκοστεῖ
τῆς πρυτανείας· ἐκκλησία κυρία ἐμ Πειραιεῖ· τῶν προέδρων ἐπεψή-
5 φιζεν Ἀντίπατρος Ποτάμωνος Λαμπτρεὺς καὶ συμπρόεδροι vvv
               ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι·
*SW/DAMOS *TIMASIQE/OU E)C *OI)/OU EI)=PEN: &v$ E)PEIDH\ *KHFISO/DWROS E)KTENH\N
προσενηνεγμένος τὴν πρὸς τὸν δῆμον εὔνοιαν ἐμ παντὶ καιρῶι
καὶ πεπολιτευμένος μὲν πρὸς τὰ τριάκοντα ἔτη καθαρῶς καὶ ἀδωρο-
10 δοκήτως οὐθένα δὲ οὔτε πόνον οὔτε κίνδυνον ἐκκεκλικὼς ἕνεκεν
τοῦ κοινοῦ συμφέροντος, v καὶ τάς τε ἄλλας λειτουργίας ὑπομεμενη-
κὼς πάσας ἐφ’ ἃς αὐτὸν κατέστησεν ὁ δῆμος v γεγονὼς δὲ καὶ ταμίας
στρατιωτικῶν καλῶς καὶ φιλοδόξως καὶ τὴν τῶν σιτωνικῶν vvv
ταμιείαν συνδιεξηχὼς τρίτος ἔν τε τῶι ἐπὶ Ἀπολλοδώρου καὶ
15 Προξενίδου ἐνιαυτῶι, v τεθηκὼς δὲ καὶ νόμους συμφέροντας
ἐφ’ ὁμονοίαι πάντων Ἀθηναίων, v καὶ πόρους χρημάτων ἴσους καὶ
δικαίους συμβεβουλευκώς, v εἰσηγημένος δὲ καὶ δι’ οὗ τρόπου vv
τούς τε ὄντας φίλους ὁ δῆμος διατηρήσει βεβαίους ἐν τεῖ πίστε[ι]
μένοντας καὶ ἑτέρους προσκτήσεται, v καὶ τὰς γινομένας ἐπιβου̣-
20 λὰς ὑπὸ τῶν ἔξωθεν προεωραμένος καὶ ἀντιστῆνα[ι] πρ[οσ]τ̣εταγ-
μένος, v καὶ συμμαχίας συμβεβουλευκὼς καλὰς καὶ [συν]ενηνο-
χείας τῶι δήμωι, v καὶ πρεσβείας πεπρεσβευκὼς ὑπὲρ [τῶν] μεγί-
στων εἰς σωτηρίαν ταῖς πόλεσιν καὶ τῆι χώραι, v καὶ χρήματα ἠχὼς
καὶ σῖτον καὶ ἄλλας δωρεὰς οὐκ ὀλίγας, v εἰσενηνοχὼς δὲ καὶ ψη-
25 φίσματα πολλὰ καὶ χρήσιμα καὶ δόξαν ἔχοντα καὶ πρᾶξιν καὶ εὐ-
σχημοσύνην τῶι δήμωι, v καὶ διαμεμενηκὼς ἐπὶ τῆς αὐτῆς
αἱρέσεως ἅπαντα τὸν χρόνον μισοπονήρως, vv καὶ διὰ τὴν συνέ-
χειαν τῶν πραττομένων καὶ ἐπινοουμένων μάλιστα αἴτιος γεγο-
νὼς μετὰ τῆς τῶν θεῶν εὐμενείας τοῦ διατηρῆσαι τὸν δῆμον
30 [τ]ὴν αὐτονομίαν, v οὐκ ὀλίγοις δὲ καὶ τῶν ἄλλων Ἑλλήνων περιπε-
[ποηκέ]ν̣αι τὰ μέγιστα τῶν ἀγαθῶν, vv καὶ διὰ ταῦτα πάντα δίκαι-
[ον ἀποφαί]νων ἑαυτὸν τυχεῖν τιμῆς κατὰ τὸν νόμον, vv αἰτεῖ%⁸⁰%⁸⁰-
[ται νῦν δοῦν]αι ἑαυτοῦ τὸν δῆμον εἰκόνα χαλκῆν ἐν ἀγορᾶι καὶ
[ἄλλην ἐμ Πειραιε]ῖ ἐν τῶι ἐμπορίωι καὶ σίτησιν ἑαυτῶι ἐν πρυ-
35 [τανείωι καὶ ἐγγόνων ἀ]εὶ τῶι πρεσβυτάτωι καὶ προεδρίαν ἐν πᾶσι
[τοῖς ἀγῶσιν οἷς ἡ πόλις τί]θησιν, vv καὶ τὴν αἴτησιν δέδωκεν πρὸς
[τὴν βουλὴν καὶ τὸν δῆμον] κατὰ μέρος τῶν πεπραγμένων vvvvvv
[ὅπως ἂν οὖν ὁ δῆμος φαίνη]ται τιμῶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ
[ὅπως ἂν εἰδῶσιν καὶ οἱ ἄλλοι ζη]λωταὶ τῆς τοιαύτης αἱρέσεως ὅτι
40 [ἀεὶ παρὰ τοῦ δήμου τοῦ Ἀθηναί]ων τῆς προσηκούσης τυγχάνου-
[σιν τιμῆς, vvvvvv ἀγαθεῖ τύχει δε]δόχθαι τεῖ βουλεῖ τοὺς προέ%⁸⁰-
[δρους οἵτινες ἂν λάχωσιν προεδρεύειν εἰς τ]ὴν κυρίαν ἐκκλ[ησίαν]
[τὴν ἐπὶ τῆς Αἰγεῖδος πρυτανείας χρηματίσαι π]ερὶ τού[των κα]-
[τὰ τὸν νόμον, γνώμην δὲ ξ]υμ[βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι]
45 [δοκεῖ τεῖ βουλεῖ] ἐπαινέσ[αι Κηφισόδωρον — — — — — — — — — — —]
[καὶ στεφανῶσα]ι χρυσῶι [στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν]
[καὶ εὐνοίας ἣν ἔχω]ν διατελ[εῖ πρὸς τὸν δῆμον τ]ὸ̣[ν Ἀθηναίων· v ἀνειπεῖν]
[δὲ τὸν στέφανο]ν τοῦτον [Διονυσίων τε τῶν ἐν] ἄσ[τει καινοῖς τραγωι]-
[δοῖς καὶ Παναθ]ηναίων κ̣[αὶ Ἐλευσινίων κα]ὶ Πτολ[εμαίων τοῖς γυμνι]-
50 [κοῖς ἀγῶσιν· v]vv τῆς δὲ [ποιήσεως τοῦ] στεφάνο[υ καὶ τῆς ἀναγο]-
[ρεύσεως ἐπιμελ]ηθῆναι τοὺς [στρατηγοὺ]ς καὶ τὸν τα[μίαν τῶν στρα]-
[τιωτικῶν· vvv] στῆσαι δὲ [αὐτοῦ κα]ὶ εἰκόνα χαλκῆ[ν ἐν ἀγορᾶι καὶ]
[ἄλλην ἐμ Πειραι]εῖ ἐν τῶ[ι ἐμπορίω]ι· vv εἶναι δὲ αὐτῶ[ι καὶ σίτησιν]
[ἐν πρυτανείωι κα]ὶ ἐγ[γόνων ἀ]εὶ τῶι πρεσβυτάτωι [καὶ προεδρίαν]
55 [ἐν πᾶσι τοῖς ἀγῶσιν οἷς ἡ πόλις] τίθησιν· vv τοὺς [δ]ὲ θεσ[μοθέτας εἰσα]-
[γαγεῖν τὴν δοκιμασίαν αὐτῶι ὅ]ταν ἐξέλθωσιν [αἱ] ἐκ τ[οῦ νόμου ἡμέραι]
[τῆς αἰτήσεως — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us