[ ]
Att. — Athens: Agora — non-stoich. c. 36 — 226/5 a. — IG 12 Supp.200,2 — Hesp 4.1935.525,39; Moretti I.60,28 — SEG 25.106
See also:
| 1 | θεοί. |
| ἐπὶ Ἐργοχάρου ἄρχοντος ἐπὶ τῆς Ἱπποθων- | |
| τίδος τρίτης πρυτανείας ἧι Ζωίλος Διφί- | |
| λου Ἀλωπεκῆθεν ἐγραμμάτευεν· Μεταγειτνι- | |
| 5 | ῶνος δευτέραι μετ’ εἰκάδας, ἑβδόμει καὶ εἰ- |
| κοστεῖ τῆς πρυτανείας· ἐκκλησία ἐν τῶι θεά- | |
| τρωι· τῶν προέδρων ἐπεψήφιζεν Σπουδίας Μέ- | |
| μνωνος Ἀφιδναῖος καὶ συμπρόεδροι· {²vacat}² | |
| ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
| 10 | Θούκριτος Ἀλκιμάχου Μυρρινούσιος εἶπεν· ἐ- |
| πειδὴ Πρύτανις εὔνους ὢν τῶι δήμωι καὶ πολ- | |
| λάκις τὴν ἀπόδειξιν αὐτοῦ καὶ πρότερον πεπο- | |
| ημέν<η>ν ἀποφηναμένων τῶν στρατηγῶν, παρα̣- | |
| κληθεὶς ὑπὸ τοῦ δήμου καὶ δοὺς ἑαυτὸν ἀπροφ[α]- | |
| 15 | σίστως εἰς τὴν κοινὴν χρείαν τῆς πόλεως ἀπ[ε]- |
| δήμησεν 〚․․․․․․․․․c.22․․․․․․․․․〛 οὔτε πό- | |
| νον οὔτε κίνδυνον ὑπολογισάμενος οὐθένα | |
| τῶν ἐσομένων οὔτε δαπάνης οὐδεμίας φροντί- | |
| σας, καὶ παραγενόμενος 〚․․․c.9․․․〛 κα[ὶ] διαλε̣- | |
| 20 | χθεὶς ὑπὲρ τῶν κοινεῖ v χρησίμων μετ[ὰ] παρ<ρ>η- |
| σίας ὡς ἂν ὑπὲρ ἰδία<ς πατρ>ίδο〚ς τὴν πᾶσαν σπου〛- | |
| δὴν ποι<ο>ύμενος ἀπήγγελκεν τῶι δήμωι περ[ὶ] τού- | |
| των ἐν οὐθενὶ καιρῶι προθυμίας οὐθὲν ἐν[λ]ελοι- | |
| π<ώς π>οτ’ οὐδὲ τῶν καθηκόντων εἰς τὴν τοῦ δήμου | |
| 25 | χρείαν παραλείπων, ὅπως ἂν οὖν ὁ δῆμος ἐμ π̣α̣ν- |
| τὶ καιρῶι μεμνημένος φαίνηται τῶν ἐκτενῶς | |
| τὰς χρείας αὐτῶι παρεσχημένων, vv ἀγαθεῖ τύ- | |
| χει δεδόχθαι τῆι βουλῆι τοὺς λαχόντας προ- | |
| έδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί- | |
| 30 | σαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς |
| βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῆι vv | |
| ἐπαινέσαι Πρύτανιν Ἀστυλείδου Καρύστιον | |
| καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ | |
| τὸν νόμον εὐνοίας ἕνεκα καὶ φιλοτιμίας ἣν ἔ- | |
| 35 | χων διατελεῖ περὶ τὴν βουλὴν καὶ τὸν δῆμον |
| τὸν Ἀθηναίων, καὶ ἀνειπεῖν τὸν στέφανον τοῦ- | |
| τον Διονυσίων τῶν ἐν ἄστει τραγωιδοῖ[ς] τῶι | |
| καινῶι ἀγῶνι καὶ Παναθηναίων τῶι γυμνικῶι· | |
| τῆς δὲ ποήσεως τοῦ στεφάνου καὶ τῆς ἀναγο%⁸⁰%⁸⁰- | |
| 40 | ρεύσεως ἐπιμεληθῆναι τοὺ[ς] στρατηγοὺς καὶ |
| 〚ι〛 τὸν ταμίαν τῶν στρατιωτικῶν· εἶναι δὲ αὐτῶι | |
| διατηροῦντι τὴν αἵρεσιν εὑρέσθαι παρὰ τοῦ | |
| δήμου καὶ ἄλλο ἀγαθὸν ὅτου ἂν δοκῆι ἄξιος εἶναι· | |
| καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ δεῖπνον εἰς τὸ πρυτα- | |
| 45 | νεῖον εἰς αὔριον· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ- |
| μα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στή- | |
| ληι λιθίνηι καὶ στῆσαι ἐν ἀγορᾶι· τὸ δὲ ἀνάλω- | |
| μα τὸ γενόμενον εἰς τὴν ἀνάθεσιν καὶ τὴν ἀνα- | |
| γραφὴν τῆς στήλης μερίσαι τὸν ταμί〚— — — —〛 | |
| 50 | αν τῶν στρατιωτικῶν. {²vacat}² |
| corona.52 | ἡ βουλὴ |
| ὁ δῆμος | |
| Πρύτανιν. |