[ ] Att. — Athens: Agora — 271/270 — Hesp. 23.1954.287,182 — SEG 14.64; 25.94
See also:
1 [θ]εοί.
ἐπὶ Πυθαράτου ἄρχοντος ἐπὶ τῆς Ἀντιγονί-
δος δευτέρας πρυτανείας ἧι Ἰσήγορος Ἰσοκρά-
του Κεφαλῆθεν ἐγραμμάτευεν· Μεταγειτνιῶ-
5 νος ἐνάτει ἱσταμένου, ἑβδόμει τῆς πρυτανεί-
ας· ἐκκλησία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Αἰ-
[σ]χίνης Νικομάχου Ἀναφλύστιος καὶ συμπρόε-
[δρ]οι· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Εὔβουλος
[Λυσ]ιδήμου Μελιτεὺς εἶπεν· ἐπειδὴ οἱ ταξίαρχοι
10 [οἱ ἐ]πὶ Λυσιθείδου ἄρχοντος τάς τε θυσίας ὅσας
[ἔδε]ι αὐτοὺς θῦσαι μετὰ τῶν στρατηγῶν τεθύκασιν
ἁπάσας ἐκ τῶν ἰδίων ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δή-
μου, ἐπεμελήθησαν δὲ καὶ τῆς φυλῆς τῆς ἑαυτοῦ
ἕκαστος ὅπως ἂν ὡς βέλτιστα τοῖς ὅπλοις κατε-
15 σκευασμένοι εἴς τε τὰς φυλακὰς καὶ τὰς ἐφε-
δρείας καὶ τοὺς ἐξετασμοὺς πορεύωνται, διε-
τέλεσαν δὲ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν πειθαρ-
χοῦντες τοῖς στρατηγοῖς ἀκολούθως τοῖς νό-
μοις, ὅπως ἂν οὖν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος φαίνη-
20 ται τιμῶν τοὺς χρείας αὐτῶι παρεχομένους,
τύχει ἀγαθεῖ δεδόχθαι τεῖ βουλεῖ τοὺς προέ-
δρους οἵτινες ἂν λάχωσι προεδρεύειν ἐν τῶι
δήμωι εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί-
σαι περὶ τούτων, γ<ν>ώμην δὲ ξυμβάλλεσθαι
25 [τ]ῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ
[ἐ]παινέσαι τοὺς ταξιάρχους τοὺς ἐπὶ Λυσιθεί-
[δ]ου ἄρχοντος καὶ στεφανῶσαι ἕκαστον αὐ-
τῶν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς
ἕνεκα καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ
30 τὸν δῆμον τὸν Ἀθηναίων· εἶναι δὲ αὐτοῖς καὶ προ-
<ε>δρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς ἡ πόλις τίθησιν·
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμ-
ματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει
καὶ τὰ ὀνόματα τῶν ταξιάρχων, καὶ στῆσαι ἔμ-
35 προσθεν τοῦ στρατηγίου· εἰς δὲ τὴν ἀναγρα-
φὴν μερίσαι τοὺς ἐπὶ τεῖ διοικήσει ∶Δ∶ δραχμάς.
            〚[Ἀντιγονίδος]
    Λυσικράτης Ναυσιφάνου Κυθήρριο(ς)
               Ἐρεχθεῖδος
40    [Φ]ιλίσκος Μοσχίωνος Θημακεύς
               Πανδιονίδος
    Δημόστρατος Ἀριστοφάνου Παιανιεύ(ς)
               Λεωντίδος
   [Φι]λόθεος Διοδότου Σουνιεύς
45               Ἀκαμαντίδος
[․c.6․․] Χαρισάνδρου Κικυννεύς
              [Ο]ἰνεῖδος
[․․c.8․․․]ος Κόνωνος Ὀῆθεν
              [Κεκροπ]ίδος
50 [․․․c.11․․․․]κ]λέους Φλυεύς
            [Ἱπποθωντί]δος
[․․․․․c.15․․․․․․]του Ἐλευσίνιος
                [Αἰαντίδος]
   [․․․․․․․c.18․․․․․․․ Ἀ]φιδναῖος
55                [Ἀντιοχίδος]
   [․․․․․․․․c.20․․․․․․․․ Ἀλ]ωπεκ(ῆθεν).
            {²vacat}²
Search Help