[ ]
Att. — Athens: Agora — 271/270 — Hesp. 23.1954.287,182 — SEG 14.64; 25.94
See also:
| 1 | [θ]εοί. |
| ἐπὶ Πυθαράτου ἄρχοντος ἐπὶ τῆς Ἀντιγονί- | |
| δος δευτέρας πρυτανείας ἧι Ἰσήγορος Ἰσοκρά- | |
| του Κεφαλῆθεν ἐγραμμάτευεν· Μεταγειτνιῶ- | |
| 5 | νος ἐνάτει ἱσταμένου, ἑβδόμει τῆς πρυτανεί- |
| ας· ἐκκλησία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Αἰ- | |
| [σ]χίνης Νικομάχου Ἀναφλύστιος καὶ συμπρόε- | |
| [δρ]οι· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Εὔβουλος | |
| [Λυσ]ιδήμου Μελιτεὺς εἶπεν· ἐπειδὴ οἱ ταξίαρχοι | |
| 10 | [οἱ ἐ]πὶ Λυσιθείδου ἄρχοντος τάς τε θυσίας ὅσας |
| [ἔδε]ι αὐτοὺς θῦσαι μετὰ τῶν στρατηγῶν τεθύκασιν | |
| ἁπάσας ἐκ τῶν ἰδίων ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δή- | |
| μου, ἐπεμελήθησαν δὲ καὶ τῆς φυλῆς τῆς ἑαυτοῦ | |
| ἕκαστος ὅπως ἂν ὡς βέλτιστα τοῖς ὅπλοις κατε- | |
| 15 | σκευασμένοι εἴς τε τὰς φυλακὰς καὶ τὰς ἐφε- |
| δρείας καὶ τοὺς ἐξετασμοὺς πορεύωνται, διε- | |
| τέλεσαν δὲ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν πειθαρ- | |
| χοῦντες τοῖς στρατηγοῖς ἀκολούθως τοῖς νό- | |
| μοις, ὅπως ἂν οὖν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος φαίνη- | |
| 20 | ται τιμῶν τοὺς χρείας αὐτῶι παρεχομένους, |
| τύχει ἀγαθεῖ δεδόχθαι τεῖ βουλεῖ τοὺς προέ- | |
| δρους οἵτινες ἂν λάχωσι προεδρεύειν ἐν τῶι | |
| δήμωι εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί- | |
| σαι περὶ τούτων, γ<ν>ώμην δὲ ξυμβάλλεσθαι | |
| 25 | [τ]ῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ |
| [ἐ]παινέσαι τοὺς ταξιάρχους τοὺς ἐπὶ Λυσιθεί- | |
| [δ]ου ἄρχοντος καὶ στεφανῶσαι ἕκαστον αὐ- | |
| τῶν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς | |
| ἕνεκα καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ | |
| 30 | τὸν δῆμον τὸν Ἀθηναίων· εἶναι δὲ αὐτοῖς καὶ προ- |
| <ε>δρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς ἡ πόλις τίθησιν· | |
| ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμ- | |
| ματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει | |
| καὶ τὰ ὀνόματα τῶν ταξιάρχων, καὶ στῆσαι ἔμ- | |
| 35 | προσθεν τοῦ στρατηγίου· εἰς δὲ τὴν ἀναγρα- |
| φὴν μερίσαι τοὺς ἐπὶ τεῖ διοικήσει ∶Δ∶ δραχμάς. | |
| 〚[Ἀντιγονίδος]〛 | |
| Λυσικράτης Ναυσιφάνου Κυθήρριο(ς) | |
| Ἐρεχθεῖδος | |
| 40 | [Φ]ιλίσκος Μοσχίωνος Θημακεύς |
| Πανδιονίδος | |
| Δημόστρατος Ἀριστοφάνου Παιανιεύ(ς) | |
| Λεωντίδος | |
| [Φι]λόθεος Διοδότου Σουνιεύς | |
| 45 | Ἀκαμαντίδος |
| [․c.6․․] Χαρισάνδρου Κικυννεύς | |
| [Ο]ἰνεῖδος | |
| [․․c.8․․․]ος Κόνωνος Ὀῆθεν | |
| [Κεκροπ]ίδος | |
| 50 | [․․․c.11․․․․]κ]λέους Φλυεύς |
| [Ἱπποθωντί]δος | |
| [․․․․․c.15․․․․․․]του Ἐλευσίνιος | |
| [Αἰαντίδος] | |
| [․․․․․․․c.18․․․․․․․ Ἀ]φιδναῖος | |
| 55 | [Ἀντιοχίδος] |
| [․․․․․․․․c.20․․․․․․․․ Ἀλ]ωπεκ(ῆθεν). | |
| {²vacat}² |