[ ] Att. — stoich. 34-44 — 363/2
1         [Μ]ενέλαος Πελαγὼν εὐεργέτη[ς].
                  cymatium 0.02
2         ἐπὶ Χαρικλείδου ἄρχοντος ἐπὶ
         τῆς Οἰνηΐδος ἕκτης πρυτανείας.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Οἰνεῒς ἐπρυτάνευεν, Νικ-
5 [ό]στρατος ἐγραμμάτευεν, Χαρικλῆς Λευκονοεὺς ἐπεστά-
[τ]ει· Σάτυρος εἶπεν· ἐπειδὴ Τιμόθεος ὁ στρατηγὸς ἀποφα[ί]-
[ν]ει Μενέλαον τὸν Πελαγόνα καὶ αὐτὸν συνπολεμο[ῦ]-
[ντα] καὶ χρήματα παρέχοντα εἰς τὸν πόλεμον τὸν πρ-
[ὸς] Χαλκιδέας καὶ πρὸς Ἀμφίπολιν, ἐψηφίσθαι τῆι β-
10 [ουλ]ῆι προσάγειν αὐτὸν εἰς τὸν δῆμον εἰς τὴν πρώ-
[την] ἐκκλησίαν, γνώμην δὲ ξυνβάλλεσθαι τῆς βουλ-
[ῆς ε]ἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῆι ἐπαινέσαι μέ-
[ν αὐ]τὸν ὅτι ἀνὴρ ἀγαθός ἐστιν καὶ ποιεῖ ὅτι δύνατα-
[ι ἀγ]αθὸν τὸν δῆμον τὸν Ἀθηναίων· ἐπιμελεῖσθαι
15 [δὲ] αὐτοῦ καὶ τοὺς στρατηγοὺς τοὺς ὄντας περ-
[ὶ Μα]κεδονίαν, ὅπως ἄν, ἐάν τοῦ δέηται, τυνχά-
[νηι]· εἶναι δὲ καὶ εὑρέσθαι αὐτῶι παρὰ τοῦ δήμο-
[υ ἐ]άν τι δύνηται καὶ ἄλλο ἀγαθόν· καλέσαι δὲ [καὶ]
[Με]νέλαον ἐπὶ ξένια εἰς τὸ πρυτανεῖον εἰς [αὔριον].
                  vacat 0.022
20 [Σάτυ]ρος εἶπεν·  τὰ μὲν ἄλλα καθάπε[ρ τῆι βουλῆι]·
[ἐπει]δὴ [δ]ὲ καὶ οἱ πρόγονοι οἱ Με[νελάου εὐεργ]-
[έται ἦσαν] τοῦ δήμο τοῦ Ἀθηαίων, εἶναι καὶ]
[Μενέλαον εὐεργ]έτη[ν — — — — — — — — —]
Search Help
Contact Us