[ ] Att. — Athens: Agora — stoich. 16 — 327/6 a. — Hesp. 7.1938.94,15 — Ag. 3.93,255 — Schwenk 300,61
1 θεοί.
Δημοκράτης Δημοκλέ-
ους Ἀφιδναῖος εἶπε·
ἐπειδὴ ὁ θεσμοθέτη-
5 ς ὁ τῆς Αἰαντίδος ἐπ-
ιμεμέληται τῆς τε κ-
ληρώσεως τῶν ἀρχῶν̣
καὶ τῶν δικαστηρίω-
ν τῆς πληρώσεως καὶ
10 τῶν ἄλλων ἁπάντων τ-
ῶν περὶ τὴν Αἰαντίδ-
α φυλήν, ἐπαινέσαι Τ-
ηλέσκοπον Ἀριστοκ-
ρίτου Ῥαμνούσιον κ-
15 αὶ στεφανῶσαι αὐτ[ὸ]-
ν χρυσ[ῶ]ι στεφάνωι ἀ̣-
πὸ ∶Χ∶ δραχμῶν δικα-
ιοσύνης ἕνεκα καὶ φ-
ιλοτιμίας τῆς περὶ
20 τὴν Αἰαντίδα φυλήν,
ὅπως ἂν καὶ οἱ ἄλλοι
θεσμοθέται οἱ θεσμ-
οθετοῦντες φ̣[ι]λοτι-
μῶνται περὶ τ̣ὴν φυλ-
25 ὴν εἰδότες ὅτ[ι] χάρι-
τας ἀπολήψονται πα-
ρὰ τῆς φυλῆς· τὸ δὲ ψή-
φισμα τόδε ἀναγρά[ψ]-
αι τοὺς ἐπιμελητὰς
30 τοὺς ἐφ’ Ἡγήμονος ἄρ-
χοντος ἐν στήληι λι-
θίνηι καὶ στῆσαι ἐν
τῶι Εὐρυσακείωι.
{²crown}²
Search Help
Contact Us