[ ]
Att. — Athens: Agora — stoich. 39 — 367/6 a. — Hsp.10.1941.14,1 [SEG 12.100]
| 1 | ἐπὶ Πολυζήλο ἄρχοντος πωληταί |
| Πολύευκτος Λαμπτρεύς, Δεινίας Ἐρχιεύς, Θεαῖος | |
| Παιανιεύς, Θεότιμος Φρεάρριος, Ἀριστογένης Ἰφ- | |
| ιστιάδης, Γλαύκων Λακιάδης, Κηφισοκλέης Πειρα- | |
| 5 | ιεύς, Νικοκλέης Ἀναφλύστιος, οἷς Ἐξήκεστος Κοθ- |
| ωκίδης ἐγραμμάτευεν, τάδε ἀπέδοντο παραλαβόν- | |
| τες παρὰ τῶν ἕνδεκα Φαίακος Ἀφιδναίο καὶ συναρ- | |
| χόντων· Μονιχιῶνος δεκάτηι ἱσταμένο, Θεόμνηστ- | |
| ος Δεισιθέο Ἰωνίδης ἀπέγραψεν Θεοσέβος τοῦ Θε- | |
| 10 | οφίλο Ξυπεταιόνος οἰκίαν Ἀλωπεκῆσιν δημοσία- |
| ν εἶναι, ἧι γείτων βορρᾶ ∶ ἡ ὁδὸς ἡ ἐς τὸ Δαιδάλειον | |
| φέρουσα καὶ τὸ Δαιδάλειον νοτόθεν ∶ Φίλιππος Ἀγ- | |
| ρυλῆ, ἁλόντος Θεοσέβος ἱεροσυλίας καὶ οὐχ ὑπομ- | |
| είναντος τὴν κρίσιν ὅσωι πλείονος ἀξία ἢ ὑπόκε- | |
| 15 | ιται Σμικύθωι Τειθρασίωι ∶ Η𐅄 δραχμῶν, κλητῆρ Δι- |
| ογείτων Ἀλωπεκῆθεν, Φιλοίτιος Ἰωνίδης· Κιχωνί- | |
| δης Διογείτονος Γαργήτ καὶ κοινὸν φρατέρων Με- | |
| δοντιδῶν ἐνεπησκήψατο ἐνοφείλεσθαι ἑαυτῶι κ- | |
| αὶ τοῖς φράτερσι ἐν τῆι οἰκίαι τῆι Ἀλωπεκῆσι Η δ- | |
| 20 | ραχμάς, ἣν ἀπέγραψεν Θεόμνηστος Ἰωνί Θεοσέβος |
| εἶναι Ξυπετα ἧι γείτων βορρᾶ ἡ ὁδὸς ἡ ἐς τὸ Δαιδά- | |
| λε<ι>ον φέρουσα καὶ τὸ Δαιδάλειον, νοτόθεν Φίλιππ- | |
| ος Ἀγρυλῆ, ἀποδομένο ἐμο<ὶ> καὶ τοῖς φράτερσιν τὴ- | |
| ν οἰκίαν ταύτην Θεοφίλου Ξυπε ∶ το͂ πατρὸς τοῦ Θεο- | |
| 25 | σέβος· ἔδοξεν ἐνοφείλεσθαι. Ἴσαρχος Φίλωνος Ξυπ- |
| ε{∶}ται {²⁶Ξυπεται}²⁶ ∶ ἀμφισβητεῖ ἐνοφείλεσθαι ἑαυτῶι ἐν τῆι οἰ- | |
| κίαι τῆι Ἀλωπεκῆσι ἣν ἀπέγραψεν Θεόμνηστος Δε- | |
| ισιθέο Ἰωνίδης, θάψαντος ἐμο͂ Θεόφιλον ὁ͂ ἦν ἡ οἰκ- | |
| ία καὶ τὴν γυναῖκα τὴν Θεοφίλο ΔΔΔ ∶ δραχμάς. ἔδοξ- | |
| 30 | εν ἐνοφείλεσθαι. Αἰσχίνης Μελιτε<ὺς> καὶ κοινὸν ὀ- |
| ργεώνων ἐνεπεσκήψαντο ἐν τῆι οἰκίαι ἣν ἀπέγραψ- | |
| εν Θεόμνηστος Ἰωνίδης ἐνοφείλεσθαι ἑαυτοῖς ∶ | |
| ΔΔ𐅂𐅂𐅂𐅂 δραχμάς, πριαμένων ἡμῶν τὴν οἰκίαν ταύτ- | |
| ην παρὰ Θεοφίλου τούτο τοῦ ἀργυρίο ἐπὶ λύσει. ἔδ- | |
| 35 | οξεν ἐνοφείλεσθαι. ὠνητής, Λυσανίας Παλαθίωνο- |
| ς Λακι 𐅅𐅄ΔΔ𐅃· τούτο τὴν προκαταβολὴν τὸ πέμπτον | |
| μέρος ἔχει ἡ πόλις καὶ τὰ ἐπώνια καὶ τὰ κηρύκεια | |
| καὶ Σμίκυθος Τειθράσιος τὰς πεντήκοντα καὶ ἑκ- | |
| ατόν· ἀθρόον κατὰ τὴν ἀπογραφήν. vacat | |
| 39a | vacat |
| 40 | μέταλλα ἐπράθη ἐπὶ τῆς Ἱπποθωντίδος πρώτης, Δε- |
| ξιακὸν ἐν Νάπει ἐπὶ Σκοπιᾶι, ὧι γεί πανταχόθεν Ν- | |
| ικίας Κυδαν, ὠνη Καλλίας Σφήττι ΔΔ ∶ Διακὸν ἐπὶ Λα- | |
| υρείωι, ὧι γεί ∶ πρὸς ἡλίο ἀνιόντος τὰ χωρία τὰ Ἐξω- | |
| πίου, δυομένο τὸ ὄρος, ὠνη Ἐπιτέλης ἐκ Κερα ΔΔ· ἐπὶ | |
| 45 | Σουνίωι ἐν τοῖς Χαρμύλο παίδων, ὧι γεί ∶ βορρᾶ Κλε- |
| όκριτος Αἰγι, νοτό ∶ Λεύκιος Σουνι, ὠνη ∶ Φείδιππος | |
| Πιθεὺς ΔΔ ∶ Ποσειδωνιακὸν ἐν Νάπηι τῶν ἐκ τῆς στή- | |
| λης ἐν τοῖς Ἀλυπήτου, ὧι γεί Καλλίας Σφήττι καὶ Δ- | |
| ιοκλέης Πιθεύς, ὠνητὴς Θρασύλοχο<ς> Ἀναγυρά ∶ Χ𐅅𐅄 | |
| 50 | Ἁγνοσιακὸν τῶν ἐκ τῆς <σ>τήλης, ὠνη ∶ Τελέσαρχος Αἰξ- |
| ω ∶ Χ𐅅𐅄· Ἀρτεμισιακὸν τῶν ἐκ τῆς στήλης ὠνη ∶ Θρασύλ- | |
| οχος Ἀναγυρά ∶ Η𐅄· ἐπὶ τῆς Ἀντιοχίδος δευτέρας ἐπ- | |
| ὶ Λαυρείωι αὐτὸ καὶ τὰς κατατομάς, ὧι γεί ∶ βορρᾶ Δ- | |
| ιοπείθης Εὐωνυ ∶ καὶ Δημοστράτο κάμινος Κυθήρ, ν- | |
| 55 | οτό τὸ Διοπείθος ἐργαστήριον καὶ ἡ ὁδὸς ἡ ἁμαξι- |
| κὴ καὶ ἡ χαράδρα ἡ Θορικίων ∶ ὠνη ∶ Κηφισόδοτος Αἰθ- | |
| α ΔΔ ∶ Δημητριακὸν ἐν τοῖς Τιμησίου ἐν Νάπηι, ὧι γε- | |
| ί ∶ Νικίας Κυδαν ∶ νοτό Διοκλέης Πιθεύς, ὠνη Δήμων Ἀ- | |
| γρυ ∶ ΔΔ ∶ ἐν Μαρωνέαι Ἑρμαικόν, ὧι γεί Διοφάνης Σου- | |
| 60 | νι ∶ ὠνη ∶ Φιλῖνος Σουνι ∶ ΔΔ ∶ ἐπὶ τῆς Οἰνείδος τρίτης, |
| ἐπ[ὶ] Λαυρείωι Θεογνίδειον ἐκ τῆς στήλης, ὧι γεί τ- | |
| ὸ Ἐξωπίο χωρίον, ὠνη ∶ Καλλίας Λαμπτρ 𐅄 ∶ ἐπὶ τῆς Κεκ- | |
| ροπίδος τετάρτης, ἐπὶ Σουνί<ω>ι ἐν Νάπει Πυρρίει- | |
| ον, ὧι γεί πρὸς ἡλίο ἀνιόν ∶ Καλλίας Ἀλωπ, δυομέ Νικ- | |
| 65 | ίας Κυδαν, ὠνη Καλλίας Σφήτ ΔΔ ∶ Θορικοῖ Ἀρχηγέτε- |
| ιον ἐν τοῖς Δημοφίλου, ὧι γεί ∶ βορρᾶ ∶ καὶ νοτό Δημό- | |
| φιλος, ὠνη Κηφισοφῶν Συβρί ΔΔ ∶ ἐν Νάπηι ἐν τοῖς χω- | |
| ρίοις τῆς Χαρμύλο〚 〛υ {²⁶Χαρμύλου}²⁶ γυναικός, ὧι γεί ∶ τὸ χωρίον τ- | |
| ῆς γυνα<ι>κὸς τῆς Ἀλυπήτο, βορρᾶ Τελέσων Σο<υ>νι ∶ πρὸ- | |
| 70 | ς ἡλίο ἀνιόν ∶ χωρίον Τελέσωνος Σουνι, δυομένο Ἐπ- |
| ικράτης Παλλη ∶ ὠνη ∶ Ἐπικλέης Σφήτ ∶ ΔΔ ∶ ἐπὶ τῆς Αἰγη- | |
| ίδος πέμπτης, Ἀρχηγέτειον καὶ τὰς κατατομάς, στ- | |
| ήλην οὐκ ἔχον, Βήσησιν ἐν τοῖς Κηφισοδότο καὶ Κα- | |
| λλίο, ὧι γεί πρὸς ἡλίο ἀνιόν ∶ Καλλίο Λαμπ ∶ πύργος κ- | |
| 75 | αὶ οἰκία, βορρᾶ ∶ τὸ{ι} Κηφισοδότου ἐργαστή ∶ νοτό τὸ Ἀ- |
| ρχηγέτειον, ὠνη ∶ Κηφισόδοτος Αἰθα ∶ ΔΔ ∶ ἐπὶ τῆς Λεω- | |
| ντίδος ἑβδόμης, ἐπὶ Σουνίωι ἐπὶ Θρασύμωι Κεραμ- | |
| εικόν, ὧι γεί ∶ Διοπείθης Εὐωνυ ∶ ὠνη Ἀλεξίμαχος Πή- | |
| ληξ ∶ ΔΔ ∶ ἐπὶ Σουνίωι ἐν Νάπηι ἐν τοῖς Χαρμύλο παίδ- | |
| 80 | ων, ὧι γεί βορρᾶ ∶ Πύρρακος Αἰγι ∶ νοτό ∶ Λεύκιος Σουν, |
| ὠνη ∶ Φείδιππος Πιθεύς ∶ ΔΔ ∶ ἐπὶ τῆς Ἐρεχθείδος ἐνά- | |
| της, ἐπὶ Σουνίωι τῶν ἐκ τῆς στήλης Λευκίππειον Β- | |
| ήσησι, ὠνη Χαιρέδημος Ἁγνού ∶ Η𐅄. vacat |