[ ]
Att. — Athens: Agora — non-stoich. — 363/2 a. — Hsp.7.1938.1,1 [SEG 21.527]
1 | θεοί· |
ἐπὶ Χαρικλείδ’ v ἄρχοντος Ἀθηναίοις· ἐπὶ τοῖσ[δ]- | |
ε διήλλαξαν οἱ διαιτηταὶ Σαλαμινίος τὸς ἐκ τῶ- | |
ν Ἑπταφυλῶν καὶ Σαλαμινίος τοὺς ἀπὸ Σονίο ὁμο- | |
5 | λογοῦντας ἀλλήλοις καλῶς ἔχειν ἃ ἔγνωσαν οἱ δι- |
αιτηταὶ Στέφανος Μυρρινόσιος, Κλεαγόρας Ἀχα- | |
ρνεύς, Ἀριστογείτων Μυρρινόσιος, Εὐθύκριτος | |
Λαμπτρεύς, Κηφισόδοτος Αἰθαλίδης· τὰς ἱερεωσ- | |
ύνας κοινὰς εἶναι ἀμφοτέρων εἰς τὸν αἰεὶ χρόν- | |
10 | ον τῆς Ἀθηνάας τῆς Σκιράδος, καὶ τὴν το͂ Ἡρακλέο- |
υ το͂ ἐπὶ Πορθμῶι, καὶ τὴν το͂ Εὐρυσάκος, καὶ τὴν τῆ- | |
ς Ἀγλαύρο καὶ Πανδρόσο καὶ τῆς Κοροτρόφο· καὶ κ- | |
ληρο͂σθαι κοινῆι ἐξ ἀμφοτέρων ἐπειδὰν τελευτ- | |
ήσει τις τῶν ἱερειῶν ἢ τῶν ἱερέων· τὸς δὲ λανχάν- | |
15 | οντας ἱερεῶσθαι ἐφ’ οἷσπερ καὶ οἱ πρότερον ἱερ- |
εῶντο· τὴν δὲ γῆν τὴν ἐφ’ Ἡρακλείωι τῶι ἐπὶ Πορθμ- | |
ῶι καὶ τὴν ἁλ{λ}ὴν {²⁶ἁλὴν}²⁶ καὶ τὴν ἀγορὰν τὴν ἐν Κοίληι νε- | |
ίμασθαι διχαστὴν ἑκατέρος, καὶ ὅρος στῆσαι τῆ- | |
ς ἑαυτῶν ἑκατέρος· θύεν δὲ τοῖς θεοῖς καὶ τοῖς ἥ- | |
20 | ρωσι κατὰ τάδε· ὅσα μὲν ἡ πόλις παρέχει ἐκ το͂ δημ- |
οσίο ἢ παρὰ τῶν ὠ[σ]κοφόρων ἢ παρὰ τῶν δειπνοφόρ- | |
ων γίγνεται λαμβάνειν Σαλαμινίοις, ταῦτα μὲν | |
κοινῆι ἀμφοτέρος θύοντας νέμεσθαι τὰ κρέα ὠμ- | |
ὰ τὰ ἡμίσεα ἑκατέρος· ὅσα δὲ ἀπὸ τῆς μισθώσεως ἔ- | |
25 | θυον Σαλαμίνιοι παρὰ σφῶν αὐτῶν θύειν κατὰ τὰ |
πάτρια, τὸ ἥμυσυ ἑκατέρος συμβαλλομένος εἰς ἅ- | |
παντα τὰ ἱερά· τοῖς δὲ ἱερεῦσι καὶ ταῖς ἱερείαι- | |
ς ἀποδιδόναι τὰ γέρα τὰ γεγραμμένα· τῶι δὲ το͂ Ἡρ- | |
ακλέος ἱερεῖ ἱερεώσυνα ΔΔΔ δραχμάς· εἰς πελαν- | |
30 | ὸν δὲ 𐅂𐅂𐅂 δραχμάς· τούτων τὸ ἥμυσυ ἑκατέρος συμ- |
βάλλεσθαι· τῶν δὲ ἱερείων ὧν ἂν κατάρξηται τῶν | |
κοινῶν λαμβάνειν δ̣αρτο͂ δέρμα καὶ τὸ σκέλος, εὑ- | |
στο͂ τὸ σκέλος· βοὸς δὲ ἐννέα σάρκας καὶ τὸ δέρμα· | |
τῶι δὲ το͂ Εὐρυσάκος ἱερεῖ ἱερεώσυνα 𐅃𐅂 δραχμά- | |
35 | ς· εἰς πελανὸν ἀμφοτέρωσε 𐅃𐅂𐅂 δραχμάς· σκέλος κ- |
αὶ δέρματος ἐν Εὐρυσακείωι Δ𐅂𐅂𐅂 δραχμάς· τούτ- | |
ων τὸ ἥμυσυ ἑκατέρος συμβάλλεσθαι· τῶι ἥρωι τῶ- | |
ι ἐπὶ τῆι ἁλῆι τῶν θυομένων λαμβάνειν τὸ δέρμα | |
καὶ τὸ σκέλος· νέμειν δὲ τοῖς ἱερεῦσι καὶ ταῖς ἱ- | |
40 | ερείαις ἐν τοῖς ἱεροῖς ὅπο ἂν ἕκαστοι ἱερεῶντ- |
αι μερίδα παρ’ ἑκατέρων· τὸς ἄρτος ἐς̣ Σκιράδος ν- | |
έμειν κατὰ τάδε, ἀφελόντας ἐξ ἁπάντων τὸς νομι- | |
ζομένος ἀφαιρεῖσθαι κατὰ τὰ πάτρια· κήρυκι ἄρ- | |
τον, Ἀθηνᾶς ἱερείαι ἄρτον, Ἡρακλέος ἱερεῖ ἄρτο- | |
45 | ν, Πανδρόσο καὶ Ἀγλαύρο ἱερείαι ἄρτον, Κοροτρό- |
φο καὶ καλαθηφόρωι ἄρτον, κώπαις ἄρτον· τῶν δὲ ἄ- | |
λλων νέμεσθαι τά ἡμίσεα ἑκατέρος· ἄρχοντα δὲ κ- | |
ληρο͂ν ἐμ μέρει παρ’ ἑκατέρων ὅστις καταστήσει | |
τὸς ὠσκοφόρος καὶ τὰς δειπνοφόρος μετὰ τῆς ἱε- | |
50 | ρείας καὶ το͂ κήρυκος κατὰ τὰ πάτρια· ταῦτα δὲ ἀν- |
αγράψαι ἐς στήληι κοινῆι ἀμφοτέρος καὶ στῆσα- | |
ι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς τῆς Σκιράδος· τὸν δὲ αὐ- | |
τὸν ἱερέα εἶναι τῶι Εὐρυσάκει καὶ τῶι ἥρωι τῶι | |
ἐπὶ τῆι ἁλῆι· ἐὰν δέ τι δέηι ἐπισκευεάσαι τῶν ἱε- | |
55 | ρῶν, ἐπισκευάζεν κοινῆι συμβαλλ{λ}ομένος {²⁶συμβαλλομένος}²⁶ τὸ ἥμ- |
υσυ ἑκατέρος· ἐπὶ Χαρικλείδο ἄρχοντος οἱ ἐκ τῶ- | |
ν Ἑπταφυλῶν παρέσχον ἄρχοντα· τὰ δὲ γραμματεῖ- | |
α κοινὰ εἶναι ἀ[μφ]οτέρων ἅπαντα· τὴν δὲ γῆν ἐργά- | |
ζεσθαι τὸμ μεμι[σ]θωμένον ἕως ἂν ἐξέλθηι ὁ χρόν- | |
60 | ος ὃν ἐμισθώσατο, ἀποδιδόντα τὴν ἡμίσειαν μίσ- |
θωσιν ἑκατέροις· τὸ δὲ πρόθυμα το͂ ἁμίλλο ἐμ μέρ- | |
ει ἑκατέρος κατάρχεσθαι· τῶν δὲ κρεῶν τὰ ἡμίσε- | |
α ἑκατέρος λαμβάνειν καὶ τῶν δερμάτων· τὴν δὲ ἱ- | |
ερεωσύνην το͂ κήρυκος εἶναι Θρασυκλέος κατὰ τ- | |
65 | ὰ πάτρια· τῶν δὲ ἄλλων ἐνκλημάτων ἁπάντω%⁸⁰ν ἀφε- |
ῖσθαι τῶν τε ἰδί<ω>ν καὶ τῶν κοινῶν εἰς τὸν v Βοηδ- | |
ρομιῶνα μῆνα τὸν ἐπὶ Χαρικλείδο ἄρχοντος· vv | |
vacat | |
ἐπὶ Διφίλο Διοπείθους Σουνιέως Σαλαμινίοις ἄρχ- | |
70 | οντος, οἵδε ὤμοσαν Σαλαμινίων τῶν ἀπὸ Σουνίο· Διο- |
πείθης Φασυρκίδο, Φιλόνεως Ἀμεινονίκου, Χαλκιδ- | |
εὺς Ἀνδρομένους, Χαριάδης Χαρικλέος, Θε%⁸⁰φάνης | |
Ζωφάνους, Ἡγίας Ἡγησίο, Ἀμεινίας Φιλίνο. ἐπὶ Ἀν- | |
τισθένους Ἀντιγένους Ἀχαρνέως ἄρχοντος Σαλαμι- | |
75 | νίοις, οἳδε ὤμοσαν ἐκ τῶν Ἑπταφυλῶν· Θρασυκλῆς Θρά- |
σωνος Βουτά, Στρατοφῶν Στράτωνος Ἀγρυ, Μελίττιος | |
Ἐξηκεστίδου Βουτά, Ἀρίσταρχος Δημοκλέους Ἀχαρ, v | |
Ἀρκέων Εὐμηλίδου Ἀχαρ, Χαιρέστρατος Πανκλείδο Ἐ- | |
πικηφί, Δήμων Δημαρέτο Ἀγρυλῆ. vacat | |
80 | Ἀρχέλεως εἶπεν· ὅπως Σαλαμίνιοι τὰ ἱερὰ θύωσι αἰεὶ τοῖς θεοῖς καὶ τοῖς ἥρωσι κατὰ τὰ πάτρια καὶ |
γίγνητα[ι] ἐφ’ οἷς διήλλαξαν οἱ διαλλακταὶ ἀμφοτέρους καὶ οἱ αἱρεθέντες ὤμοσαν, ἐψηφίσθαι Σαλαμινί- | |
οις τὸν ἄρχοντα Ἀρίσταρχον ἐγγράψαι τὰς θυσίας ἁπάσας καὶ τὰς τιμὰς τῶν ἱερέων εἰς τὴν στήλην ἐν εἷ | |
αἱ διαλλαγαί εἰσιν, ὅπως ἂν οἱ ἄρχοντες αἰεὶ παρ’ ἀνφοτέρων εἰδῶσι ὅ τι δεῖ ἀργύριον συνβάλλεσθαι εἰς τὰ[ς] | |
θυσίας ἁπάσας ἑκατέρους ἀπὸ τῆς μισθώσεως τῆς γῆς τῆς ἐφ’ Ἡρακλείωι, καὶ στῆσαι τὴν στήλην ἐν τῶι | |
85 | Εὐρυσακείωι. Μουνιχιῶνος. ἐπὶ Πορθμῶι· Κουροτρόφωι αἶγα Δ, Ἰολέωι οἶν ὁλόκαυτον Δ𐅃· Ἀλκμήνει οἶν |
Δ𐅂𐅂, Μαίαι οἶν Δ𐅂𐅂, Ἡρακλεῖ βοῦν 𐅄ΔΔ, ἥρωι ἐπὶ τε͂ι ἁλε͂ι οἶν Δ𐅃, ἥρωι ἐπ’ Ἀντισάραι χοῖρον 𐅂𐅂𐅂ΙΙΙ, ἥρωι Ἐπι- | |
πυργιδ̣ίωι χοῖρον 𐅂̣𐅂𐅂ΙΙΙ, Ἴων<ι> οἶν θύειν ἐναλλὰξ παρ’ ἔτος· ξύλα ἐφ’ ἱεροῖς καὶ οἷς ἡ πόλις δίδωσιν ἐκ κύρβεω[ν] | |
Δ. ὀγδόει ἐπὶ δέκα Εὐρυσάκ[ει] ∶ ὗν ∶ ΔΔΔΔ· ξύλα ἐφ’ ἱεροῖ[ς] καὶ ε̣ἰς̣ τἄλλα 𐅂𐅂𐅂. Ἐκατονβαιῶνος. Παναθηναίοις Ἀθηνᾶι | |
ὗν ∶ ΔΔΔΔ· ξύλα ἔ̣φ̣’ ἱεροῖς κ[αὶ εἰ]ς τἄλλα 𐅂̣𐅂̣𐅂̣. Μεταγειτνιῶνος. ἑβδόμει Ἀπόλλωνι Πατρώιωι ὗν ∶ ΔΔΔΔ, Λητοῖ χοῖρο[ν] | |
90 | [𐅂]𐅂̣𐅂̣ΙΙΙ, Ἀρτέμιδι χοῖρον 𐅂𐅂𐅂ΙΙΙ, Ἀθηνᾶι Ἀγελάαι χοῖρον 𐅂𐅂𐅂ΙΙΙ· ξύλα ἐφ’ ἱεροῖς καὶ εἰς τἄλλα 𐅂𐅂𐅂ΙΙΙ. Βοηδρομιῶνος· Ποσει- |
δῶνι Ἱπποδρομίωι ὗν ∶ ΔΔΔΔ, ἥρωι Φαίακι χοῖρ<ο>ν 𐅂𐅂𐅂ΙΙΙ, ἥρωι Τεύκρωι χοῖρον 𐅂𐅂𐅂ΙΙΙ, ἥρωι Ναυσείρωι χοῖρον 𐅂𐅂[𐅂ΙΙΙ]· | |
ξύλα ἐφ’ ἱεροῖς καὶ τἄλλα 𐅂𐅂𐅂. Πυανοψιῶνος. ἕκτει Θησεῖ ὗν ΔΔΔΔ· εἰς τἄλλα 𐅂𐅂𐅂· Ἀπατουρίοις Διὶ Φρατρίωι ὗν ΔΔΔΔ· | |
ξύλα ἐφ’ ἱεροῖς καὶ τἄλλα 𐅂𐅂𐅂. Μαιμακτηριῶνος. Ἀθηνᾶι Σκιράδι οἶν ἐνκύμονα Δ𐅂𐅂, Σκίρωι οἶν Δ𐅃· ξύλα ἐπὶ τὸν βωμὸν 𐅂𐅂[𐅂]. | |
κεφάλαιον οὗ δεῖ ἀναλίσκειν ἀμφοτέρος ἐς ἅπαντα τὰ ἱερὰ 𐅅ΔΔΔΙΙΙ. ταῦτα θύειν κοινεῖ ἀπὸ τῆς μισθώσεως τῆς γῆς τῆ<ς> ἐφ’ Ἡρακλ[είωι] | |
95 | [ἐπ]ὶ Σονίο, ἀργύριον συμβαλλομένους ἑκατέρους ἐς ἅπαντα τὰ ἱερά· ἐὰν δέ τις εἴπει ἢ ἄρχων ἐπιψηφίσει τούτων τι καταλ[ῦ]- |
[σ]αι ἢ τρέψει ποι ἄλλοσε τὸ ἀργύριον, ὑπεύθυνον εἶναι τῶι γένει ἅπαντι καὶ τοῖς ἱερεῦσι κατὰ ταὐτὰ καὶ ἰδίαι ὑπό- | |
δικον καὶ τῶι βουλομένωι Σαλαμινίων. vacat |