IG II² 107
[ ] Att. — stoich. 26-31 — 368/7
1                  [θ]εοί.
              [Μυτ]ιληναίων.
     [Ναυσιγ]ένης ἦρχεν, Αἰαντὶς ἐπρυ-
     [τάνευε]ν, Μόσχος Κυδαθηναιεὺς ἐ-
5      [γραμμά]τευεν, Ἀρίστυλλος Ἐρχι[ε]-
     [ὺς ἐπεσ]τάτει.  vacat
6a                  vacat 0.215
7 [ἔδο]ξεν τῆι βουλῆι καὶ τῶι δήμωι· vacat
[Διό]φ[αντος ε]ἶπεν· [π]ερὶ ὧν οἱ πρέσβεις οἱ ἐχ Λέσβου ἥκοντ[ες] λέ-
[γο]υσιν, [ἐψηφ]ίσθαι τῆι βουλῆι προσαγαγεῖν αὐτοὺς εἰς τὸν δῆ-
10 [μον τοὺς] προέδρους οἳ ἂν λάχωσιν προεδρεύειν εἰς τὴν πρώ[τη]-
[ν ἐ]κκλησίαν, γνώμην δὲ ξυββάλλεσθαι τῆς βουλῆς εἰς [τὸν] δ[ῆμο]-
[ν ὅ]τι δοκῆι τῆι βουλῆι, ἐπ[ει]δὴ Μυτιληναῖοι ἄνδρες [ἀγαθοί ε]-
[ἰσι] π[ε]ρ[ὶ] τὸν δῆμον τὸν Ἀθηναίων κα[ὶ νῦ]ν κ[α]ὶ ἐν τῶ[ι πρόσθεν χ]-
[ρόνωι][π]α<ι>νέσαι τὸν δῆμον τὸμ Μυτιληναίων ἀρε[τ]ῆς ἕνεκα [τῆ]-
15 [ς ἐς τὸν δῆμον] τὸν Ἀθηναίων, καὶ εἶναι πρόσοδ[ον α]ὐτοῖς [ἐάν το]-
[υ δέωνται] πρὸς τὴ[ν] βουλὴν ἢ τὸν δῆμον πρώ[τοις] μετ[ὰ τ]ὰ ἱ[ε]ρά.
[ἐπαινέσ]αι δὲ καὶ Ἱερο[ί]ταν ὅτι ἐστὶν ἀ[νὴ]ρ ἀγαθὸς περ[ὶ τ][ν]
[δῆ]μον τὸν Ἀθηναίων καὶ τὸν Μυτ[ι]λη[να]ίων. ἀναγράψαι δ[ὲ τ]όδ-
[ε τὸ ψ][φι]σμα τὸν γραμματέα τῆς [βου]λῆ[ς] ἐν στήληι λιθίνη-
20 [ι καὶ σ]τῆσαι ἐν ἀκροπόλει. [ἀν]αγράψαι δὲ κα[ὶ] τ[ὸ] ψήφι[σμα] ε-
[ἰς τὴν α]ὐτὴν στήλην ὅ ἀπε[κρ]ίνατο ὁ δῆμος τοῖς πρέσβεσι
[τοῖς Μυ]τιλην[αί]ων τοῖ[ς] μετὰ [Ἱε]ροίτ[α. εἰ]ς δὲ τὴν ἀναγραφ-
[ὴν δοῦναι τῆς στή]λης [τ]ὸν ταμίαν τοῦ δήμου τῶι γραμματεῖ τ-
[ῆς βου]λῆς ΔΔ δραχμάς. ἐπαινέσαι δὲ τοὺς πρέσβεις τοὺς
25 [πεμφ]θέντας εἰς Μυτιλήνην καὶ καλέσαι ἐπὶ δεῖπνον εἰς
[τὸ πρυ]τανεῖον εἰς αὔριον. καλέσαι δὲ καὶ τοὺς συνέδρο[υ]-
[ς τοὺς] Μυτιληναίων ἐπὶ ξένια εἰς τὸ πρυταν[ε]ῖο[ν] εἰς αὔ[ρι]-
[ον. κ]αλέσαι δὲ καὶ τοὺς συνέδρους τῶμ Μηθυμναίων
[καὶ Ἀ]ντισσαίων καὶ Ἐρεσίων καὶ Πυρραίων ἐπὶ ξ[ένια]
30 [εἰς τ]ὸ πρυτανεῖον εἰς αὔριον. Αὐτόλυκος εἶπεν· τὰ μὲ[ν]
[ἄλλ]α καθ[άπ]ερ τῆι βουλῆι, ἐπαινέσαι δὲ τοὺς πρέσβεις
[τοὺ]ς πεμφθέντας εἰς Λέσσβον Τ[ι]μόνοθον καὶ Αὐτόλυκ-
[ον κ]αὶ Ἀ[ρ]ιστοπείθην καὶ καλέσαι αὐτοὺς ἐπὶ δεῖπνον εἰ-
[ς τ]ὸ πρυτανεῖον εἰς αὔριον.
34a              spatium 0.16
35 [ἐπὶ Λυ]σιστράτου ἄρχοντος· ἔδοξεν τῆ[ι]
[βουλῆι] καὶ τῶι δήμωι· Καλλίστρατος [εἶ]-
[πεν· ἐπ]αινέσαι μὲν τὸν δῆμον τὸμ Μυτ[ιλ]-
[ηναίω]ν ὅτι καλῶς καὶ προθύμως συν[διε]-
[πολέμη]σα[ν] τὸμ πόλεμον τὸν παρελθό[ντ]-
40 [α, ἀποκρίνασ]θαι δὲ τοῖς πρέσβεσι[ν τοῖ]-
[ς ἥκουσιν ὅτι Ἀ]θ[η]ναῖοι ἐπολέμησ[αν ὑπ]-
[ὲρ τῆς ἐλευθερία]ς τῶν Ἑλλήνων, κα[ὶ ἐπε]-
[ιδὴ Λακεδαιμόνι]οι ἐπεστράτευο[ν τοῖ]-
[ς Ἕλλησιν παρὰ τ]οὺς ὅρκους καὶ τὰ[ς συν]-
45 [θήκας, αὐτοί τε ἐβ]οήθουν καὶ τοὺς [ἄλλο]-
[υς συμμάχους π]αρεκάλεσαν βοηθ[εῖν τὴ]-
[ν καθήκουσαν Ἀ]θηναίοις βοήθει[αν, ἐμμ]-
[ένοντες ἐν τοῖ]ς ὅρκοις, ἐπὶ τοὺς π[αραβ]-
[αίνοντας τὰ]ς σπονδάς, ἀξιο[ῦσ]ιν δὲ ․․․
50 [․․․․10․․․․ ἐν] τῶι πρόσθ[εν χ]ρόνωι ν․․
․․․․․13․․․․․․αι τῶι δ[ήμω]ι τῶι Μυτι[λ]-
[ηναίων ․․․7․․․ δή]μ[ωι τῶι Ἀ]θηναίων ․․
․․․․․․․․․․22․․․․․․․․․․αι συντε․․
․․․․․․․․․․22․․․․․․․․․․ερο․αλλο․
55 ․․․․․․․․․21․․․․․․․․․․ι μετ’ Ἀθην[αί]-
[ων ․․․․․․․․19․․․․․․․․․] ὅπως ἐγ․․․․
․․․․․․․․․20․․․․․․․․․ι καὶ․․․7․․․
․․․․․․․․․20․․․․․․․․․ινλ․․․8․․․․
․․․․․․․․․20․․․․․․․․․ε․․․․10․․․․
60 ․․․․․․․17․․․․․․․․θαι․․․․11․․․․․
Search Help