[ ] Att. — stoich. 32 — 375/4
1 συμμαχία Κορκυραίων καὶ Ἀθηναίων εἰς
τὸν ἀεὶ χρόνον. ἐάν τις ἴηι ἐ[πὶ] πολέμωι ε-
[ἰ]ς τ[ὴ]γ χώραν τὴγ Κορκυραίων ἢ ἐπὶ τὸν δῆ-
μον τὸγ Κορκυραίων, βοηθεῖν Ἀθηναίος π-
5 αντὶ σθένει καθότι ἂν ἐπαγγέλλωσιν Κο-
ρκυραῖοι κατὰ τὸ δυνατόν· καὶ ἐάν τις ἐπ-
ὶ τὸν δῆμον τὸν Ἀθηναίων ἢ ἐπὶ τὴγ χώραν
τὴν Ἀθηναίων ἐπὶ πολέμωι ἴηι ἢ κατὰ γὴν
ἢ κατὰ θάλατταν, βοηθεῖν Κορκυραίος πα-
10 ντὶ σθένει κατὰ τὸ δυνατόν, καθότι ἂν [ἐ]π-
αγγέλλωσιν Ἀθηναῖοι. πό[λ]ε[μ]ον δὲ καὶ εἰ-
ρήνην μὴ ἐξεῖναι Κορκυραίοις ποιήσασ-
θαι [ἄ]νευ Ἀθηναίων καὶ [τοῦ π]λήθους τῶν σ-
υμμάχων· ποιεῖν δὲ καὶ τἆλλα κατὰ τὰ δόγ-
15 ματα τῶν συμμάχων. ὅρκος· vacat
βοηθήσω Κορκυραίων τῶι δήμωι παντὶ σθ-
ένει κατὰ τὸ δυνατόν, ἐάν τις ἴηι ἐπὶ πολ-
έμωι ἢ κατὰ γῆν ἢ κατὰ θάλατταν ἐπὶ τὴγ χ-
ώραν τὴγ Κορκυραίων καθ’ [ὅ]τι ἂν ἐπαγγέλ-
20 λωσι Κορκυραῖοι, καὶ περὶ πολέμου καὶ ε-
ἰρήνης πράξω καθότι ἂν τῶι πλῆθει τῶν σ-
υμμάχων δοκῆι, καὶ τἆλλα ποιήσω κατὰ [τ]
[δ]όγματα τῶν συμμάχων. ἀ̣λ̣ηθ̣ῆ̣ ταῦτα νὴ τὸ-
[ν] Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα· [ε]ὐο-
25 [ρ]κο͂ντι μέμ μοι εἴη πολ[λ]ὰ καὶ ἀγαθά, εἰ δὲ
[μή], τἀναντία.  vacat
[βοηθήσω Ἀθ]ηναίων τῶι [δ]ήμωι παντὶ σθέν-
[ει κατὰ τὸ δυν]ατόν, αἴ κά τις ἐ[πίηι ἐπὶ πο]-
[λέμωι ἢ κατὰ γ]ῆν ἢ κατὰ θάλασσαν ἐ[πὶ τὴγ]
30 [χώραν τὴν Ἀθην]αίων, καθ’ ὅτι κ’ ἐπαγ[γέ]λλω-
[ντι Ἀθηναῖ]οι, καὶ περὶ πολέμ[ο]υ κ[αὶ εἰρ]ή-
[νης πράξω καθ’ ὅτ]ι κ[α][θ]ηναίο[ι]ς κ[α][τῶι] π-
[λήθει τῶν συμμάχ]ων· δ[ο]κῆι κ[αὶ τἆ]λλα ποι-
[ήσω κατὰ τὰ δόγματα] τὰ Ἀθηνα[ί]ων κα[ὶ τῶ]ν
35 [συμμάχων· ἀληθῆ δὲ ταῦ]τα να[ὶ τ]ὸν Δία [κα]
[τὸν Ἀπόλλωνα καὶ τὰν Δά]ματ[ρα]· εὐορκ[έο]ν-
[τι μέμ μοι εἴη πολλὰ καὶ ἀγαθ]ά, εἰ δὲ μή, [τἀ]-
[ναντία].
Search Help
Contact Us