[ ]
Att. — stoich. 32 — 375/4
| 1 | συμμαχία Κορκυραίων καὶ Ἀθηναίων εἰς |
| τὸν ἀεὶ χρόνον. ἐάν τις ἴηι ἐ[πὶ] πολέμωι ε- | |
| [ἰ]ς τ[ὴ]γ χώραν τὴγ Κορκυραίων ἢ ἐπὶ τὸν δῆ- | |
| μον τὸγ Κορκυραίων, βοηθεῖν Ἀθηναίος π- | |
| 5 | αντὶ σθένει καθότι ἂν ἐπαγγέλλωσιν Κο- |
| ρκυραῖοι κατὰ τὸ δυνατόν· καὶ ἐάν τις ἐπ- | |
| ὶ τὸν δῆμον τὸν Ἀθηναίων ἢ ἐπὶ τὴγ χώραν | |
| τὴν Ἀθηναίων ἐπὶ πολέμωι ἴηι ἢ κατὰ γὴν | |
| ἢ κατὰ θάλατταν, βοηθεῖν Κορκυραίος πα- | |
| 10 | ντὶ σθένει κατὰ τὸ δυνατόν, καθότι ἂν [ἐ]π- |
| αγγέλλωσιν Ἀθηναῖοι. πό[λ]ε[μ]ον δὲ καὶ εἰ- | |
| ρήνην μὴ ἐξεῖναι Κορκυραίοις ποιήσασ- | |
| θαι [ἄ]νευ Ἀθηναίων καὶ [τοῦ π]λήθους τῶν σ- | |
| υμμάχων· ποιεῖν δὲ καὶ τἆλλα κατὰ τὰ δόγ- | |
| 15 | ματα τῶν συμμάχων. ὅρκος· vacat |
| βοηθήσω Κορκυραίων τῶι δήμωι παντὶ σθ- | |
| ένει κατὰ τὸ δυνατόν, ἐάν τις ἴηι ἐπὶ πολ- | |
| έμωι ἢ κατὰ γῆν ἢ κατὰ θάλατταν ἐπὶ τὴγ χ- | |
| ώραν τὴγ Κορκυραίων καθ’ [ὅ]τι ἂν ἐπαγγέλ- | |
| 20 | λωσι Κορκυραῖοι, καὶ περὶ πολέμου καὶ ε- |
| ἰρήνης πράξω καθότι ἂν τῶι πλῆθει τῶν σ- | |
| υμμάχων δοκῆι, καὶ τἆλλα ποιήσω κατὰ [τ]ὰ | |
| [δ]όγματα τῶν συμμάχων. ἀ̣λ̣ηθ̣ῆ̣ ταῦτα νὴ τὸ- | |
| [ν] Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα· [ε]ὐο- | |
| 25 | [ρ]κο͂ντι μέμ μοι εἴη πολ[λ]ὰ καὶ ἀγαθά, εἰ δὲ |
| [μή], τἀναντία. vacat | |
| [βοηθήσω Ἀθ]ηναίων τῶι [δ]ήμωι παντὶ σθέν- | |
| [ει κατὰ τὸ δυν]ατόν, αἴ κά τις ἐ[πίηι ἐπὶ πο]- | |
| [λέμωι ἢ κατὰ γ]ῆν ἢ κατὰ θάλασσαν ἐ[πὶ τὴγ] | |
| 30 | [χώραν τὴν Ἀθην]αίων, καθ’ ὅτι κ’ ἐπαγ[γέ]λλω- |
| [ντι Ἀθηναῖ]οι, καὶ περὶ πολέμ[ο]υ κ[αὶ εἰρ]ή- | |
| [νης πράξω καθ’ ὅτ]ι κ[α] Ἀ[θ]ηναίο[ι]ς κ[α]ὶ [τῶι] π- | |
| [λήθει τῶν συμμάχ]ων· δ[ο]κῆι κ[αὶ τἆ]λλα ποι- | |
| [ήσω κατὰ τὰ δόγματα] τὰ Ἀθηνα[ί]ων κα[ὶ τῶ]ν | |
| 35 | [συμμάχων· ἀληθῆ δὲ ταῦ]τα να[ὶ τ]ὸν Δία [κα]ὶ |
| [τὸν Ἀπόλλωνα καὶ τὰν Δά]ματ[ρα]· εὐορκ[έο]ν- | |
| [τι μέμ μοι εἴη πολλὰ καὶ ἀγαθ]ά, εἰ δὲ μή, [τἀ]- | |
| [ναντία]. |