1 | [ἐπὶ ἄρχοντος] Φλ · Διογένους Μαραθωνίου, ἐπὶ τῆς Πανδιονί- |
[δος δʹ πρυ]τανείας, ἧς ἐγραμμάτευεν Ῥόδων Καλλίστου Μαρα- | |
[θώνιος], ἱερε[ὺ]ς Θεόφιλος ἐπεστάτει, τῶν προέδρων ἐπεψή- | |
[φιζεν] Ἰουλιανὸς Κασίου καὶ οἱ συμπρόεδροι, κ̣γʹ τῆς πρυτα- | |
5 | [νείας], μηνὸς Ποσειδεῶνος τῇ ει, β̣ουλὴ συνήχθη ἐπὶ τοῖς |
[εὐαγγ]ελίοις, ἀναδειχθέντος 〚Αὐτοκράτορος Καίσαρος Ποπλίου〛 | |
〚Σεπτιμίου Γέτα Εὐσεβοῦς Σεβαστοῦ〛· ἐν ᾗ ἀνεγνώσθη | |
[γνώμ]η [τ]ῶν συνεδρίων διὰ τῶν ἀρχόν[τ]ων, ἀναγνόν- | |
[τος τοῦ] στρατηγοῦ Ἀλκαμένους Λαμπτρέως γνώμην τὴν ἀναγεγραμμένη[ν]· | |
10 | [ἡ ἐξ Ἀρείου] πάγου βουλὴ καὶ ἡ βουλὴ τῶν Φ καὶ ὁ δῆμος ὁ Ἀθηναί- |
[ων μετὰ] τῶν ἀρχόντων, τοῦ τε ἐπωνύμου ἄρχοντος Φλ · Διογένους | |
[Μαραθων]ίου κα[ὶ τ]οῦ ἐπὶ τὰ ὅπλα στρατηγοῦ καὶ ἐπιμελητοῦ γυ- | |
[μνασιαρχί]ας θε[οῦ] Ἁδρι[α]νοῦ καὶ ἀ[ντ]άρχοντος τοῦ ἱερωτάτου Ἀτ- | |
[τικοῦ Π]ανε̣λ̣ληνίου [Μά]ρ · Αὐρ · Ἀλκαμένους Λαμπτρέως καὶ τοῦ κήρ- | |
15 | [υκος τῆς ἐξ] Ἀρε̣ίου π[ά]γου βουλῆ̣ς καὶ ἀγωνοθέτου τῶν τῆς Σεβα- |
[στῆς οἰκίας? ἀ]γώνω[ν Τρύ]φωνος τοῦ Θεοφίλου Ὑβάδου γνώμην ἀπο- | |
[φαίνου]σιν κατὰ [τὰ] πάτρια· vacat ἐπειδὴ ἡ ἱερωτάτη καὶ τε- | |
λεω[τάτη πασ]ῶν [ἡ]μερῶν καὶ ὑπὸ πάντων ἐλπισθεῖσα διὰ τὴν ἀθάνατον ὁμόνοι- | |
αν τῶν ὁσίων βασιλέων, Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος | |
20 | Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου |
Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστοῦ, ὑπὸ τῶν μεγάλω- | |
[ν βασιλέων κοινῶι κη]ρ[ύγμ]ατι πᾶσιν ἀν[θ]ρώποις δεδήλωται, ἐν [ἧι] | |
〚[τὸν θειότατον Αὐτοκράτορα Καίσαρα Πόπλιον Σεπτίμιον Γέταν] | |
[Εὐσεβῆ Σεβαστὸν]〛 τῇ οὐρανίᾳ ψήφωι καὶ κρίσει προσει- | |
25 | [λήφασι πρ]ὸς [τὴν τῆς] Αὐτοκράτορος ἀρχῆς ἰσηγορίαν ἱδρύσαντες |
τοῦ κόσμου τὸ βασίλειον ἐν ὁλοκλήρῳ τῷ γένει· δεδόχθαι | |
[τῆι] ἐ[ξ] Ἀ[ρείου] πάγου βουλῇ καὶ τῇ βουλῇ τῶν Φ καὶ τῷ δήμῳ τῷ | |
Ἀθηναίων θύ[ει]ν πα[ν]γενεὶ καὶ ἑορτάζειν ἔν τε κοινῶι καὶ κα- | |
[τ’ ἰδίαν παντὶ τῶι βα]σιλείωι γένει. ἄγεσθαι δὲ καὶ τὴν τῆς κρα- | |
30 | [τίστης ἀρχῆς γενέθλ]ιον ἡμέραν ἀκολούθως ταῖς ἄλλαις αὐτῶν κρα- |
τίσ[ταις, καθὼς διὰ τῆ]ς ὁσίας ῥήσεως αὐτῶν μεμαθήκαμεν, καὶ δίδο- | |
[σθαι παντὶ τῶι δή]μ[ωι δι]ανομήν, καθὰ καὶ ὁ κράτιστος πρεσβευτὴς | |
[αὐτῶν καὶ ἀντιστράτηγος] καὶ λογιστὴς τῆς πατρίδος ἡμῶν Γάϊος Λι- | |
[κίννιος Τηλέμαχος] δεδήλωκεν ἐν τῷ προκ[ε]ιμένῳ διατάγματι | |
35 | σκησμ[․]Ι[․․5․․]εν εὐσέβειαν, δι’ ἧς τὴν τῆς πόλεως εὐφροσύ- |
νην καὶ εἰωθυ[ῖ]αν εἰς τὸν Ὀλύμπιον αὐτῶν οἶκον εὐσέβει- | |
[αν] δηλώσομεν. | |
vacat 0.036 m. | |
col. I.38 | Ἀλλήτιππος? Παι. |
[․․․]σ[․․․․]ο[․] Παι. | |
40 | [․․․]ν[․․․․]ος Παι. |
Πο[— —] Παι. | |
Πο[․․․․]ιλος Παι. | |
Κάσιος Παι. | |
Μοσχώνιος? Παι. | |
45 | Βάσσος Παι. |
Τε[ιμ]όθεος Παι. | |
[․]ιειλυιος? Παι. | |
Κλ[άδ]ος Παι. | |
Ι̣οι̣[․]λ[— —] Παι. | |
50 | Πόταμος Ἵπ<π>ωνος Παι. |
Κόμμο[δ]ος [․․․]ις Παι. | |
Πο[λέ]μων Τείτου Παι. | |
Μ[․․․]μ[․]λ Παι. | |
Α̣μ․ονλος Εὐημέρ̣ου | |
55 | [— — — — — — — — —] |
[— — — — — — — — —] | |
[— — — — — — — — —] | |
Ἀπολλοφάνη̣ς Ζω̣π[ύρου?] | |
[․․․]σ̣ω̣ο̣ο̣ω̣σ̣δ̣[— — —] | |
60 | vacat? |
col. II.61 | Καλλίας Παι. |
Τελεσφόρος Σωτηρίδα Παι. | |
Ῥοῦφος Ͻ Παι. | |
Μαρεῖνος Παι. | |
65 | Ξενοφῶν Παι. |
Ζωτικὸς Ͻ Παι. | |
Ὁρτήσιος Μηνόδωρος Παι. | |
Γάϊος ὁ καὶ Ἐπάγαθος Παι. | |
Φα[ῦ]στος Ἐπαφροδείτου Παι. | |
70 | Διογένης Ͻ Παι. |
Κυδαθήναιοι | |
Δημήτριος Κελάδου Κ[υ]. | |
Ἀρτέμων Ἡλιοδώρου Κυ. | |
Διονύσιος Τρύφωνος Κυ. | |
75 | Κ̣έλαδος Τρύφωνος Κυ. |
[Στειρ]ιεῖς | |
Διονυσόδωρος Ἀπολλωνίου | |
Ἀπολλώνιος Ἀρτεμιδώρου | |
Κάλ[— c.3 —] Εὐσ[— — —] | |
80 | Τυχικὸς Ͻ Στ. |
Ὀνήσιμος Πολυδεύκου Παι. | |
[γ]ραμματεὺς [— — — —] | |
col. III.83 | ἀΐσειτοι· |
Κλ. Ἱεροφάντης Ͻ Μαρα | |
85 | Φαβ. Δᾳδοῦχος Μαραθ |
Κλ. Ἐπὶ βωμῷ Μελι | |
Ἑρέν. Ἱεροκῆρυξ Ἕρμ | |
Αὐρ. Πυρφόρος Λαμπτρ | |
κῆρυξ βουλῆς καὶ δή- | |
90 | μου Κλ. Ἀττικὸς Μαρα |
ἀντικῆρυξ Ἀφροδείσιος Φλυ | |
γραμματεὺς βουλῆς καὶ | |
δήμου Ἀριστόβουλος | |
Ἀττικοῦ Ἀναγυράσιος | |
95 | περὶ τὸ β̣ῆμα Ῥόδων Καλλίστου Μαραθ |
ἀντιγραφεὺς Φλ. Μαρεῖνος̣ Χ | |
ἱεραύλης Ἀθήναιος Ἀφροδεισίου | |
ἱερεὺς Φωσφόρων Ἀρι- | |
στεί̣δ̣η̣ς | |
100 | ὑπογραμματεὺς |
Μηνόφιλος Παραμόνου |
Agora XV
460