[ ] Att. — Athens: Agora — 57/6 a. — IG II² 1049
See also:
1 ἐπειδὴ οἱ πρυτάνεις τῆς Ο[ἰνεῖδος καὶ οἱ ἀείσιτοι οἱ ἐπὶ Διοκλέους ἄρχον]-
τος ἀποφαίνουσιν τῆι βουλ[ῆι τὸν ταμίαν, ὃν εἵλοντο οἱ πρυτάνεις ἐξ ἑαυ]-
τῶν Νεικάνορα Ἀρτέμων[ος Φυλάσιον τάς τε θυσίας τεθυκέναι τὰς ἐπι]-
βαλλούσας τοῖς πρυτάν[εσιν ὑπέρ τε τῆς βουλῆς καὶ τοῦ δήμου καὶ]
5 ἐπιμεμελῆσθαι καλῶ[ς καὶ φιλοτίμως τῶν ἄλλων ὧν καθῆκον ἦν],
καὶ διὰ ταῦτα παρα[καλοῦσι τὴν βουλὴν ἐπιχωρῆσαι ἑαυτοῖς αὐ]-
τοῦ γραπτῆς εἰκόν[ος ἀνάθεσιν ποιήσασθαι ἐν ὅπλωι ἐπιχρύσωι ἐν]
τῶι βουλευτηρίω[ι· vvvvvv ἀγαθῆι τύχηι, δεδόχθαι τῆι βουλῆι]
ἐπαινέσαι τὸν ταμί[αν, ὃν εἵλοντο οἱ πρυτάνεις ἐξ ἑαυτῶν Νεικά]-
10 νορα Ἀρτέμωνος Φυ[λάσιον καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ]
στεφάνωι ὧι πάτριόν ἐ[στιν στεφανοῦν τοὺς ἀγαθοὺς τῶν ἀν]-
δρῶν, ἐπικεχωρῆσθ[αι δὲ καὶ τοῖς πρυτάνεσιν καὶ τοῖς ἀεισίτοις ποιή]-
σασθαι αὐτοῦ τὴν τ[ῆς εἰκόνος ἀνάθεσιν ἐν τῶι βουλευτηρίωι]
ἔχουσαν τὴν ἐπιγ[ραφὴν τήνδε· οἱ πρυτάνεις τῆς Οἰνεῖδος καὶ]
15 οἱ ἀείσιτοι οἱ ἐπὶ Διο[κλέους ἄρχοντος τὸν ταμίαν Νεικάνο]-
ρα Ἀρτέμωνος Φυ[λάσιον φιλοτιμίας ἕνεκα καὶ εὐνοίας τῆς εἰ]-
ς ἑαυτοὺς ἀνέθηκ[αν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμμα]-
τέα τὸν κατὰ πρυ[τανείαν εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν]
τῶι βουλευτηρί[ωι, ἵνα τούτων συντελουμένων φαίνηται]
20 [ἡ βου]λὴ τιμῶ[σα — — — — — — — — — — — — — — — —]
                      lacuna
Search Help
Contact Us