[ ]
Att. — Athens: Agora — 140/39
1 | [ἐπὶ Ἁγνοθέου ἄρχ]οντος ἐπὶ̣ τ̣ῆς Ἀττα[λίδος πέμπτης πρυτανείας ἧι Μενε]- |
[κράτης Χαριξένο]υ̣ Θορίκιος ἐγραμμάτε[υεν — — — — — — — — — — — —] | |
[— — — — — — — —]ει τῆς πρυτανείας· ἐκκλ̣[ησία· τῶν προέδρων ἐπεψήφιζεν] | |
[— — — — —] Νικάνορος Μυρρινούσιος κα[ὶ συμπρόεδροι· ἔδοξεν τῶι δήμωι]· | |
5 | [Εὐ]κτί̣[μενος Ε]ὐδήμου Εἰτεαῖος εἶπεν· ὑπ̣[ὲρ ὧν ἀπαγγέλλουσιν οἱ πρυτάνεις] |
[τ]ῆ̣ς Ἀντ[ιο]χ̣ίδος ὑπὲρ τῶν θυσιῶν <ὧ>ν ἔθυ̣[ον τὰ πρὸ τῶν ἐκκλησιῶν τῶι τε] | |
[Ἀπ]όλλωνι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμ[ιδι τεῖ Βουλαίαι καὶ τοῖς ἄλλοις] | |
[θε]ο̣ῖς οἷς πάτριον ἦν, ἔθυσαν δὲ καὶ τεῖ Ἀρτέμι[δι τεῖ Φωσφόρωι καὶ ἅπαντα τὰ] | |
[ἄλ]λα συνετέλεσαν καλῶς καὶ εὐσχημόνως· ἐβ[ουθύτησαν δὲ καὶ τὰ Στήνια] | |
10 | [τ]εῖ̣ Δήμητρι καὶ τεῖ Κόρει ὑπὲρ τῆς βουλῆς καὶ το[ῦ δήμου καὶ τῶν συμμάχων]· |
[ἔ]θ̣υσαν δὲ καὶ τῶι Θησεῖ καὶ τῶι Ἀπόλλωνι τῶι Π[ατρώιωι, καὶ τῶι Ἀπόλλωνι] | |
[τὴ]ν εἰρυσιώνην ἀνέθηκαν κατὰ τὰ πάτρια v ἀγαθ[εῖ τύχει δεδόχθαι τῶι δήμωι] | |
[τὰ] μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱεροῖς [οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σω]- | |
[τ]ηρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ παίδων καὶ γυ[ναικῶν· ἐπειδὴ δὲ οἵ τε φυλέ]- | |
15 | [ται] εἰσὶν εὔνους τῶι δήμωι οἵ τε πρυτάνεις τὰς θυσία[ς ἔθυσαν ἁπάσας ὅσαι] |
[κ]αθῆκον <ἐ>ν τεῖ πρυτανείαι καλῶς καὶ φιλοτίμως· ἐπιμ[εμέληνται δὲ καὶ τῆς] | |
[συ]λλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων ἁπ[άντων ὧν αὐτοῖς προσέ]- | |
[τ]αττον οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου· ἐπαινέσ[αι τοὺς πρυτάνεις] | |
[τ]ῆς Ἀντιοχίδος καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τ[ὸν νόμον εὐσεβείας] | |
20 | [ἕν]εκεν τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὴν βου[λὴν καὶ τὸν δῆμον]· |
[ἀ]ν̣αγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυταν̣[είαν εἰς στήλην] | |
[λι]θίνην καὶ στῆσαι ἐν [τῶ]ι πρυτανικῶι· εἰς δὲ τὴν ποίησιν τῆς στ[ήλης καὶ τὴν ἀνα]- | |
[γ]ραφὴν μερίσαι τὸν [ταμία]ν τῶν στρατιωτικῶν τὸ γενόμενον [ἀνάλωμα vacat] | |
col. I.24 | ἡ βουλή |
25 | τὸν ταμίαν |
Εὐκτίμενον | |
Εἰτεαῖον | |
col. II.28 | ὁ δῆμος |
τοὺς | |
30 | πρυτάνεις |
col. III.31 | ἡ βο[υλή] |
τὸν | |
γραμμα[τέα] | |
Εὐκτίμ[ενον] | |
35 | Εἰτεαῖ[ον] |
[ἐ]πὶ Ἁγνοθέου ἄρχοντος ἐπὶ τῆς Ἀτταλίδος πέμπτης πρυ̣τ̣ανείας | |
[ἧ]ι Μενεκράτης Χαριξένου Θορίκιος ἐγραμμάτευεν· Μαιμακτηριῶνος | |
δευτέραι μετ’ εἰκάδας, ὀγδόει καὶ δεκάτει τῆς πρυτανείας· βουλὴ | |
[ἐ]μ Πειραιεῖ ἐν τῶι Φωσφορίωι· τῶμ προέδρων ἐπεψήφιζεν Νικοκράτης | |
40 | [Ἐ]πικράτου Πτελεάσιος καὶ συμπρόεδροι· vvv ἔδοξεν τεῖ βουλεῖ vvvv |
Εὐκτίμενος Εὐδήμου Εἰτεαῖος εἶπεν· ἐπειδὴ οἱ πρυτάνεις τῆς Ἀντιο- | |
χίδος καὶ οἱ ἀείσιτοι ἐπαινέσαντες καὶ στεφανώσαντες ἀποφαίνου%⁸⁰- | |
σιν τεῖ βουλ̣εῖ τὸν ταμίαν καὶ γραμματέα Εὐκτίμενον Εἰτεαῖον τάς τε Θυ- | |
σίας τεθυκέναι τὰς κα̣θ̣ηκο[ύ]σας ἐν τεῖ πρυτανείαι· ἐπιμεμελῆσθαι δὲ v | |
45 | καὶ τῶν ἄλλων ἁπάντων καλῶς καὶ φιλοτίμως· ἀγαθεῖ τύχει δεδόχθαι vv |
τεῖ βουλεῖ ἐπαινέσαι τὸν ταμίαν καὶ γραμματέα Εὐκτίμενον Εἰτεαῖον v | |
εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς φυλέτας· ἐπαινέσαι δὲ καὶ τὸν γραμματέα̣ | |
τῆς βουλῆς καὶ τοῦ δήμου Στράτιππον Ῥαμνούσιον καὶ τὸν ὑπογραμματέα v | |
Χαιρητίδην Κορυδαλλέα καὶ τὸν κήρυκα τῆς βουλῆς καὶ τοῦ δήμου Εὐκλῆν Τρι- | |
50 | νεμεέα καὶ τὸν αὐλητὴν Θεόδωρον Οἰναῖον καὶ τὸν ταμίαν τῆς βουλῆς vvvv |
Λυκόφρονα Σουνιέα καὶ τὸν ἱερέα τοῦ ἐπωνύμου Ἀμμώνιον Ἀναφλύστιον vv | |
καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφάνωι· ἀναγράψαι δὲ τόδε {τόδε} | |
τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν εἰς στήλην λιθίνην καὶ στῆ%⁸⁰- | |
σαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ποίησιν τῆς στήλης καὶ τὴν ἀναγραφὴν μερί- | |
55 | σαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα vacat |
col. I.56 | Εἰτεαῖοι |
Εὐκτίμενος | |
Λέων | |
․ρ̣[․․․]ς | |
60 | [Σημαχίδαι] |
[— — —] | |
[— — —] | |
[— — —] | |
[— — —] | |
65 | [— — —] |
[— — —] | |
[— — —] | |
[— — —] | |
[— — —] | |
70 | [— — —] |
col. II.71 | Παλληνεῖς |
Ἰολλᾶς | |
Ἐξακῶν | |
Σατυρίων | |
75 | Φανόκριτος |
Διονύσιος | |
Ἀθηνόδωρος | |
[Ἀρ]χέλαος | |
[․․․․]ιος | |
80 | [․c.6․․]ος |
[Ἀλωπεκεῖς] | |
[— — —] | |
[— — —] | |
[— — —] | |
85 | [— — —] |
col. III.86 | Φιλόδημος |
Αἰσχρίων | |
Μενέλαος | |
Ἀριστίων | |
90 | Πάτρων |
Διογένης | |
Ἀνδρόνικος | |
Αἰσχρώνδης | |
Ἀμφιτροπαιεῖς | |
95 | Ἀπολλώνιος |
Σάτυρος | |
Κλεόνοστος | |
Ἴων | |
Κλέων | |
100 | Κλεότιμος |
col. IV.101 | Θοραιεῖς |
Δημαγόρας | |
Ἀριστοκράτης | |
Δεινοκράτης | |
105 | Ἀναφλύστιοι |
Ἀττινᾶς | |
Φιλόθεος | |
Κριωεῖς | |
Ὀλυμπίων | |
110 | Ἡρακλέων |
Βασιλείδης | |
Πύρρος | |
Ἐροιάδαι | |
Τιμόστρατος | |
115 | vacat |
col. I-II.116 | [ἀντιγραφεύς — — — — — — — — — ο]υ Σημαχίδης |
col. I.117 | [ἡ βουλή] |
[Στράτιππον] | |
[Ῥαμνούσιον] | |
col. II.120 | [ἡ βουλή] |
[Χαιρητίδην] | |
[Κορυδαλλέα] | |
col. III.123 | [ἡ βουλή] |
[Εὐκλῆν] | |
125 | [Τρινεμεέα] |
col. IV.126 | ἡ βουλή |
Θεόδωρον | |
Οἰναῖ[ον] | |
col. I-II.129 | [ἡ βουλή] |
130 | [Λυκόφρονα] |
[Σουνιέα] | |
col. III-IV.132 | [ἡ βουλή] |
[Ἀμμώνιον] | |
[Ἀναφλύστιον] |